HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 7

[1] [2] [3] [4] [5] [6] [7] [8]

7:1 επιστρεφε επιστρεφε η σουλαμιτις επιστρεφε επιστρεφε και οψομεθα εν σοι τι οψεσθε εν τη σουλαμιτιδι η ερχομενη ως χοροι των παρεμβολων

7:2 τι ωραιωθησαν διαβηματα σου εν υποδημασιν θυγατερ ναδαβ ρυθμοι μηρων σου ομοιοι ορμισκοις εργω χειρων τεχνιτου

7:3 ομφαλος σου κρατηρ τορευτος μη υστερουμενος κραμα κοιλια σου θιμωνια σιτου πεφραγμενη εν κρινοις

7:4 δυο μαστοι σου ως δυο νεβροι διδυμοι δορκαδος

7:5 τραχηλος σου ως πυργος ελεφαντινος οφθαλμοι σου ως λιμναι εν εσεβων εν πυλαις θυγατρος πολλων μυκτηρ σου ως πυργος του λιβανου σκοπευων προσωπον δαμασκου

7:6 κεφαλη σου επι σε ως καρμηλος και πλοκιον κεφαλης σου ως πορφυρα βασιλευς δεδεμενος εν παραδρομαις

7:7 τι ωραιωθης και τι ηδυνθης αγαπη εν τρυφαις σου

7:8 τουτο μεγεθος σου ωμοιωθη τω φοινικι και οι μαστοι σου τοις βοτρυσιν

7:9 ειπα αναβησομαι εν τω φοινικι κρατησω των υψεων αυτου και εσονται δη μαστοι σου ως βοτρυες της αμπελου και οσμη ρινος σου ως μηλα

7:10 και λαρυγξ σου ως οινος ο αγαθος πορευομενος τω αδελφιδω μου εις ευθυθητα ικανουμενος χειλεσιν μου και οδουσιν

7:11 εγω τω αδελφιδω μου και επ' εμε η επιστροφη αυτου

7:12 ελθε αδελφιδε μου εξελθωμεν εις αγρον αυλισθωμεν εν κωμαις

7:13 ορθρισωμεν εις αμπελωνας ιδωμεν ει ηνθησεν η αμπελος ηνθησεν ο κυπρισμος ηνθησαν αι ροαι εκει δωσω τους μαστους μου σοι

7:14 οι μανδραγοραι εδωκαν οσμην και επι θυραις ημων παντα ακροδρυα νεα προς παλαια αδελφιδε μου ετηρησα σοι

 

Created with FREE HTMLCompiler by BibleDatabase