HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Song of Solomon 8

[1] [2] [3] [4] [5] [6] [7] [8]

8:1 τις δωη σε αδελφιδον μου θηλαζοντα μαστους μητρος μου ευρουσα σε εξω φιλησω σε και γε ουκ εξουδενωσουσιν μοι

8:2 παραλημψομαι σε εισαξω σε εις οικον μητρος μου και εις ταμιειον της συλλαβουσης με ποτιω σε απο οινου του μυρεψικου απο ναματος ροων μου

8:3 ευωνυμος αυτου υπο την κεφαλην μου και η δεξια αυτου περιλημψεται με

8:4 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου τι εγειρητε και τι εξεγειρητε την αγαπην εως αν θεληση

8:5 τις αυτη η αναβαινουσα λελευκανθισμενη επιστηριζομενη επι τον αδελφιδον αυτης υπο μηλον εξηγειρα σε εκει ωδινησεν σε η μητηρ σου εκει ωδινησεν σε η τεκουσα σου

8:6 θες με ως σφραγιδα επι την καρδιαν σου ως σφραγιδα επι τον βραχιονα σου οτι κραταια ως θανατος αγαπη σκληρος ως αδης ζηλος περιπτερα αυτης περιπτερα πυρος φλογες αυτης

8:7 υδωρ πολυ ου δυνησεται σβεσαι την αγαπην και ποταμοι ου συγκλυσουσιν αυτην εαν δω ανηρ τον παντα βιον αυτου εν τη αγαπη εξουδενωσει εξουδενωσουσιν αυτον

8:8 αδελφη ημιν μικρα και μαστους ουκ εχει τι ποιησωμεν τη αδελφη ημων εν ημερα η εαν λαληθη εν αυτη

8:9 ει τειχος εστιν οικοδομησωμεν επ' αυτην επαλξεις αργυρας και ει θυρα εστιν διαγραψωμεν επ' αυτην σανιδα κεδρινην

8:10 εγω τειχος και μαστοι μου ως πυργοι εγω ημην εν οφθαλμοις αυτου ως ευρισκουσα ειρηνην

8:11 αμπελων εγενηθη τω σαλωμων εν βεελαμων εδωκεν τον αμπελωνα αυτου τοις τηρουσιν ανηρ οισει εν καρπω αυτου χιλιους αργυριου

8:12 αμπελων μου εμος ενωπιον μου οι χιλιοι σοι σαλωμων και οι διακοσιοι τοις τηρουσι τον καρπον αυτου

8:13 ο καθημενος εν κηποις εταιροι προσεχοντες τη φωνη σου ακουτισον με

8:14 φυγε αδελφιδε μου και ομοιωθητι τη δορκαδι η τω νεβρω των ελαφων επι ορη αρωματων .

 

Created with FREE HTMLCompiler by BibleDatabase