HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

1:1 ορασις ην ειδεν ησαιας υιος αμως ην ειδεν κατα της ιουδαιας και κατα ιερουσαλημ εν βασιλεια οζιου και ιωαθαμ και αχαζ και εζεκιου οι εβασιλευσαν της ιουδαιας

1:2 ακουε ουρανε και ενωτιζου γη οτι κυριος ελαλησεν υιους εγεννησα και υψωσα αυτοι δε με ηθετησαν

1:3 εγνω βους τον κτησαμενον και ονος την φατνην του κυριου αυτου ισραηλ δε με ουκ εγνω και ο λαος με ου συνηκεν

1:4 ουαι εθνος αμαρτωλον λαος πληρης αμαρτιων σπερμα πονηρον υιοι ανομοι εγκατελιπατε τον κυριον και παρωργισατε τον αγιον του ισραηλ

1:5 τι ετι πληγητε προστιθεντες ανομιαν πασα κεφαλη εις πονον και πασα καρδια εις λυπην

1:6 απο ποδων εως κεφαλης ουτε τραυμα ουτε μωλωψ ουτε πληγη φλεγμαινουσα ουκ εστιν μαλαγμα επιθειναι ουτε ελαιον ουτε καταδεσμους

1:7 η γη υμων ερημος αι πολεις υμων πυρικαυστοι την χωραν υμων ενωπιον υμων αλλοτριοι κατεσθιουσιν αυτην και ηρημωται κατεστραμμενη υπο λαων αλλοτριων

1:8 εγκαταλειφθησεται η θυγατηρ σιων ως σκηνη εν αμπελωνι και ως οπωροφυλακιον εν σικυηρατω ως πολις πολιορκουμενη

1:9 και ει μη κυριος σαβαωθ εγκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημεν

1:10 ακουσατε λογον κυριου αρχοντες σοδομων προσεχετε νομον θεου λαος γομορρας

1:11 τι μοι πληθος των θυσιων υμων λεγει κυριος πληρης ειμι ολοκαυτωματων κριων και στεαρ αρνων και αιμα ταυρων και τραγων ου βουλομαι

1:12 ουδ' εαν ερχησθε οφθηναι μοι τις γαρ εξεζητησεν ταυτα εκ των χειρων υμων πατειν την αυλην μου

1:13 ου προσθησεσθε εαν φερητε σεμιδαλιν ματαιον θυμιαμα βδελυγμα μοι εστιν τας νουμηνιας υμων και τα σαββατα και ημεραν μεγαλην ουκ ανεχομαι νηστειαν και αργιαν

1:14 και τας νουμηνιας υμων και τας εορτας υμων μισει η ψυχη μου εγενηθητε μοι εις πλησμονην ουκετι ανησω τας αμαρτιας υμων

1:15 οταν τας χειρας εκτεινητε προς με αποστρεψω τους οφθαλμους μου αφ' υμων και εαν πληθυνητε την δεησιν ουκ εισακουσομαι υμων αι γαρ χειρες υμων αιματος πληρεις

1:16 λουσασθε καθαροι γενεσθε αφελετε τας πονηριας απο των ψυχων υμων απεναντι των οφθαλμων μου παυσασθε απο των πονηριων υμων

1:17 μαθετε καλον ποιειν εκζητησατε κρισιν ρυσασθε αδικουμενον κρινατε ορφανω και δικαιωσατε χηραν

1:18 και δευτε και διελεγχθωμεν λεγει κυριος και εαν ωσιν αι αμαρτιαι υμων ως φοινικουν ως χιονα λευκανω εαν δε ωσιν ως κοκκινον ως εριον λευκανω

1:19 και εαν θελητε και εισακουσητε μου τα αγαθα της γης φαγεσθε

1:20 εαν δε μη θελητε μηδε εισακουσητε μου μαχαιρα υμας κατεδεται το γαρ στομα κυριου ελαλησεν ταυτα

1:21 πως εγενετο πορνη πολις πιστη σιων πληρης κρισεως εν η δικαιοσυνη εκοιμηθη εν αυτη νυν δε φονευται

1:22 το αργυριον υμων αδοκιμον οι καπηλοι σου μισγουσι τον οινον υδατι

1:23 οι αρχοντες σου απειθουσιν κοινωνοι κλεπτων αγαπωντες δωρα διωκοντες ανταποδομα ορφανοις ου κρινοντες και κρισιν χηρων ου προσεχοντες

1:24 δια τουτο ταδε λεγει ο δεσποτης κυριος σαβαωθ ουαι οι ισχυοντες ισραηλ ου παυσεται γαρ μου ο θυμος εν τοις υπεναντιοις και κρισιν εκ των εχθρων μου ποιησω

1:25 και επαξω την χειρα μου επι σε και πυρωσω σε εις καθαρον τους δε απειθουντας απολεσω και αφελω παντας ανομους απο σου και παντας υπερηφανους ταπεινωσω

1:26 και επιστησω τους κριτας σου ως το προτερον και τους συμβουλους σου ως το απ' αρχης και μετα ταυτα κληθηση πολις δικαιοσυνης μητροπολις πιστη σιων

1:27 μετα γαρ κριματος σωθησεται η αιχμαλωσια αυτης και μετα ελεημοσυνης

1:28 και συντριβησονται οι ανομοι και οι αμαρτωλοι αμα και οι εγκαταλειποντες τον κυριον συντελεσθησονται

1:29 διοτι αισχυνθησονται επι τοις ειδωλοις αυτων α αυτοι ηβουλοντο και επησχυνθησαν επι τοις κηποις αυτων α επεθυμησαν

1:30 εσονται γαρ ως τερεβινθος αποβεβληκυια τα φυλλα και ως παραδεισος υδωρ μη εχων

1:31 και εσται η ισχυς αυτων ως καλαμη στιππυου και αι εργασιαι αυτων ως σπινθηρες πυρος και κατακαυθησονται οι ανομοι και οι αμαρτωλοι αμα και ουκ εσται ο σβεσων

 

Created with FREE HTMLCompiler by BibleDatabase