HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

2:1 ο λογος ο γενομενος παρα κυριου προς ησαιαν υιον αμως περι της ιουδαιας και περι ιερουσαλημ

2:2 οτι εσται εν ταις εσχαταις ημεραις εμφανες το ορος κυριου και ο οικος του θεου επ' ακρων των ορεων και υψωθησεται υπερανω των βουνων και ηξουσιν επ' αυτο παντα τα εθνη

2:3 και πορευσονται εθνη πολλα και ερουσιν δευτε και αναβωμεν εις το ορος κυριου και εις τον οικον του θεου ιακωβ και αναγγελει ημιν την οδον αυτου και πορευσομεθα εν αυτη εκ γαρ σιων εξελευσεται νομος και λογος κυριου εξ ιερουσαλημ

2:4 και κρινει ανα μεσον των εθνων και ελεγξει λαον πολυν και συγκοψουσιν τας μαχαιρας αυτων εις αροτρα και τας ζιβυνας αυτων εις δρεπανα και ου λημψεται ετι εθνος επ' εθνος μαχαιραν και ου μη μαθωσιν ετι πολεμειν

2:5 και νυν ο οικος του ιακωβ δευτε πορευθωμεν τω φωτι κυριου

2:6 ανηκεν γαρ τον λαον αυτου τον οικον του ισραηλ οτι ενεπλησθη ως το απ' αρχης η χωρα αυτων κληδονισμων ως η των αλλοφυλων και τεκνα πολλα αλλοφυλα εγενηθη αυτοις

2:7 ενεπλησθη γαρ η χωρα αυτων αργυριου και χρυσιου και ουκ ην αριθμος των θησαυρων αυτων και ενεπλησθη η γη ιππων και ουκ ην αριθμος των αρματων αυτων

2:8 και ενεπλησθη η γη βδελυγματων των εργων των χειρων αυτων και προσεκυνησαν οις εποιησαν οι δακτυλοι αυτων

2:9 και εκυψεν ανθρωπος και εταπεινωθη ανηρ και ου μη ανησω αυτους

2:10 και νυν εισελθετε εις τας πετρας και κρυπτεσθε εις την γην απο προσωπου του φοβου κυριου και απο της δοξης της ισχυος αυτου οταν αναστη θραυσαι την γην

2:11 οι γαρ οφθαλμοι κυριου υψηλοι ο δε ανθρωπος ταπεινος και ταπεινωθησεται το υψος των ανθρωπων και υψωθησεται κυριος μονος εν τη ημερα εκεινη

2:12 ημερα γαρ κυριου σαβαωθ επι παντα υβριστην και υπερηφανον και επι παντα υψηλον και μετεωρον και ταπεινωθησονται

2:13 και επι πασαν κεδρον του λιβανου των υψηλων και μετεωρων και επι παν δενδρον βαλανου βασαν

2:14 και επι παν ορος και επι παντα βουνον υψηλον

2:15 και επι παντα πυργον υψηλον και επι παν τειχος υψηλον

2:16 και επι παν πλοιον θαλασσης και επι πασαν θεαν πλοιων καλλους

2:17 και ταπεινωθησεται πας ανθρωπος και πεσειται υψος ανθρωπων και υψωθησεται κυριος μονος εν τη ημερα εκεινη

2:18 και τα χειροποιητα παντα κατακρυψουσιν

2:19 εισενεγκαντες εις τα σπηλαια και εις τας σχισμας των πετρων και εις τας τρωγλας της γης απο προσωπου του φοβου κυριου και απο της δοξης της ισχυος αυτου οταν αναστη θραυσαι την γην

2:20 τη γαρ ημερα εκεινη εκβαλει ανθρωπος τα βδελυγματα αυτου τα αργυρα και τα χρυσα α εποιησαν προσκυνειν τοις ματαιοις και ταις νυκτερισιν

2:21 του εισελθειν εις τας τρωγλας της στερεας πετρας και εις τας σχισμας των πετρων απο προσωπου του φοβου κυριου και απο της δοξης της ισχυος αυτου οταν αναστη θραυσαι την γην

 

Created with FREE HTMLCompiler by BibleDatabase