HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

11:1 και εξελευσεται ραβδος εκ της ριζης ιεσσαι και ανθος εκ της ριζης αναβησεται

11:2 και αναπαυσεται επ' αυτον πνευμα του θεου πνευμα σοφιας και συνεσεως πνευμα βουλης και ισχυος πνευμα γνωσεως και ευσεβειας

11:3 εμπλησει αυτον πνευμα φοβου θεου ου κατα την δοξαν κρινει ουδε κατα την λαλιαν ελεγξει

11:4 αλλα κρινει ταπεινω κρισιν και ελεγξει τους ταπεινους της γης και παταξει γην τω λογω του στοματος αυτου και εν πνευματι δια χειλεων ανελει ασεβη

11:5 και εσται δικαιοσυνη εζωσμενος την οσφυν αυτου και αληθεια ειλημενος τας πλευρας

11:6 και συμβοσκηθησεται λυκος μετα αρνος και παρδαλις συναναπαυσεται εριφω και μοσχαριον και ταυρος και λεων αμα βοσκηθησονται και παιδιον μικρον αξει αυτους

11:7 και βους και αρκος αμα βοσκηθησονται και αμα τα παιδια αυτων εσονται και λεων και βους αμα φαγονται αχυρα

11:8 και παιδιον νηπιον επι τρωγλην ασπιδων και επι κοιτην εκγονων ασπιδων την χειρα επιβαλει

11:9 και ου μη κακοποιησωσιν ουδε μη δυνωνται απολεσαι ουδενα επι το ορος το αγιον μου οτι ενεπλησθη η συμπασα του γνωναι τον κυριον ως υδωρ πολυ κατακαλυψαι θαλασσας

11:10 και εσται εν τη ημερα εκεινη η ριζα του ιεσσαι και ο ανισταμενος αρχειν εθνων επ' αυτω εθνη ελπιουσιν και εσται η αναπαυσις αυτου τιμη

11:11 και εσται τη ημερα εκεινη προσθησει κυριος του δειξαι την χειρα αυτου του ζηλωσαι το καταλειφθεν υπολοιπον του λαου ο αν καταλειφθη απο των ασσυριων και απο αιγυπτου και βαβυλωνιας και αιθιοπιας και απο αιλαμιτων και απο ηλιου ανατολων και εξ αραβιας

11:12 και αρει σημειον εις τα εθνη και συναξει τους απολομενους ισραηλ και τους διεσπαρμενους του ιουδα συναξει εκ των τεσσαρων πτερυγων της γης

11:13 και αφαιρεθησεται ο ζηλος εφραιμ και οι εχθροι ιουδα απολουνται εφραιμ ου ζηλωσει ιουδαν και ιουδας ου θλιψει εφραιμ

11:14 και πετασθησονται εν πλοιοις αλλοφυλων θαλασσαν αμα προνομευσουσιν και τους αφ' ηλιου ανατολων και ιδουμαιαν και επι μωαβ πρωτον τας χειρας επιβαλουσιν οι δε υιοι αμμων πρωτοι υπακουσονται

11:15 και ερημωσει κυριος την θαλασσαν αιγυπτου και επιβαλει την χειρα αυτου επι τον ποταμον πνευματι βιαιω και παταξει επτα φαραγγας ωστε διαπορευεσθαι αυτον εν υποδημασιν

11:16 και εσται διοδος τω καταλειφθεντι μου λαω εν αιγυπτω και εσται τω ισραηλ ως η ημερα οτε εξηλθεν εκ γης αιγυπτου

 

Created with FREE HTMLCompiler by BibleDatabase