HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

13:1 ορασις ην ειδεν ησαιας υιος αμως κατα βαβυλωνος

13:2 επ' ορους πεδινου αρατε σημειον υψωσατε την φωνην αυτοις μη φοβεισθε παρακαλειτε τη χειρι ανοιξατε οι αρχοντες

13:3 εγω συντασσω και εγω αγω αυτους ηγιασμενοι εισιν και εγω αγω αυτους γιγαντες ερχονται πληρωσαι τον θυμον μου χαιροντες αμα και υβριζοντες

13:4 φωνη εθνων πολλων επι των ορεων ομοια εθνων πολλων φωνη βασιλεων και εθνων συνηγμενων κυριος σαβαωθ εντεταλται εθνει οπλομαχω

13:5 ερχεσθαι εκ γης πορρωθεν απ' ακρου θεμελιου του ουρανου κυριος και οι οπλομαχοι αυτου του καταφθειραι την οικουμενην ολην

13:6 ολολυζετε εγγυς γαρ η ημερα κυριου και συντριβη παρα του θεου ηξει

13:7 δια τουτο πασα χειρ εκλυθησεται και πασα ψυχη ανθρωπου δειλιασει

13:8 και ταραχθησονται οι πρεσβεις και ωδινες αυτους εξουσιν ως γυναικος τικτουσης και συμφορασουσιν ετερος προς τον ετερον και εκστησονται και το προσωπον αυτων ως φλοξ μεταβαλουσιν

13:9 ιδου γαρ ημερα κυριου ανιατος ερχεται θυμου και οργης θειναι την οικουμενην ολην ερημον και τους αμαρτωλους απολεσαι εξ αυτης

13:10 οι γαρ αστερες του ουρανου και ο ωριων και πας ο κοσμος του ουρανου το φως ου δωσουσιν και σκοτισθησεται του ηλιου ανατελλοντος και η σεληνη ου δωσει το φως αυτης

13:11 και εντελουμαι τη οικουμενη ολη κακα και τοις ασεβεσιν τας αμαρτιας αυτων και απολω υβριν ανομων και υβριν υπερηφανων ταπεινωσω

13:12 και εσονται οι καταλελειμμενοι εντιμοι μαλλον η το χρυσιον το απυρον και ο ανθρωπος μαλλον εντιμος εσται η ο λιθος ο εκ σουφιρ

13:13 ο γαρ ουρανος θυμωθησεται και η γη σεισθησεται εκ των θεμελιων αυτης δια θυμον οργης κυριου σαβαωθ τη ημερα η αν επελθη ο θυμος αυτου

13:14 και εσονται οι καταλελειμμενοι ως δορκαδιον φευγον και ως προβατον πλανωμενον και ουκ εσται ο συναγων ωστε ανθρωπον εις τον λαον αυτου αποστραφηναι και ανθρωπον εις την χωραν αυτου διωξαι

13:15 ος γαρ αν αλω ηττηθησεται και οιτινες συνηγμενοι εισιν μαχαιρα πεσουνται

13:16 και τα τεκνα αυτων ενωπιον αυτων ραξουσιν και τας οικιας αυτων προνομευσουσιν και τας γυναικας αυτων εξουσιν

13:17 ιδου επεγειρω υμιν τους μηδους οι ου λογιζονται αργυριον ουδε χρυσιου χρειαν εχουσιν

13:18 τοξευματα νεανισκων συντριψουσιν και τα τεκνα υμων ου μη ελεησωσιν ουδε επι τοις τεκνοις ου φεισονται οι οφθαλμοι αυτων

13:19 και εσται βαβυλων η καλειται ενδοξος υπο βασιλεως χαλδαιων ον τροπον κατεστρεψεν ο θεος σοδομα και γομορρα

13:20 ου κατοικηθησεται εις τον αιωνα χρονον ουδε μη εισελθωσιν εις αυτην δια πολλων γενεων ουδε μη διελθωσιν αυτην αραβες ουδε ποιμενες ου μη αναπαυσωνται εν αυτη

13:21 και αναπαυσονται εκει θηρια και εμπλησθησονται αι οικιαι ηχου και αναπαυσονται εκει σειρηνες και δαιμονια εκει ορχησονται

13:22 και ονοκενταυροι εκει κατοικησουσιν και νοσσοποιησουσιν εχινοι εν τοις οικοις αυτων ταχυ ερχεται και ου χρονιει

 

Created with FREE HTMLCompiler by BibleDatabase