HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

14:1 και ελεησει κυριος τον ιακωβ και εκλεξεται ετι τον ισραηλ και αναπαυσονται επι της γης αυτων και ο γιωρας προστεθησεται προς αυτους και προστεθησεται προς τον οικον ιακωβ

14:2 και λημψονται αυτους εθνη και εισαξουσιν εις τον τοπον αυτων και κατακληρονομησουσιν και πληθυνθησονται επι της γης του θεου εις δουλους και δουλας και εσονται αιχμαλωτοι οι αιχμαλωτευσαντες αυτους και κυριευθησονται οι κυριευσαντες αυτων

14:3 και εσται εν τη ημερα εκεινη αναπαυσει σε ο θεος εκ της οδυνης και του θυμου σου και της δουλειας σου της σκληρας ης εδουλευσας αυτοις

14:4 και λημψη τον θρηνον τουτον επι τον βασιλεα βαβυλωνος και ερεις εν τη ημερα εκεινη πως αναπεπαυται ο απαιτων και αναπεπαυται ο επισπουδαστης

14:5 συνετριψεν ο θεος τον ζυγον των αμαρτωλων τον ζυγον των αρχοντων

14:6 παταξας εθνος θυμω πληγη ανιατω παιων εθνος πληγην θυμου η ουκ εφεισατο

14:7 ανεπαυσατο πεποιθως πασα η γη βοα μετ' ευφροσυνης

14:8 και τα ξυλα του λιβανου ευφρανθησαν επι σοι και η κεδρος του λιβανου αφ' ου συ κεκοιμησαι ουκ ανεβη ο κοπτων ημας

14:9 ο αδης κατωθεν επικρανθη συναντησας σοι συνηγερθησαν σοι παντες οι γιγαντες οι αρξαντες της γης οι εγειραντες εκ των θρονων αυτων παντας βασιλεις εθνων

14:10 παντες αποκριθησονται και ερουσιν σοι και συ εαλως ωσπερ και ημεις εν ημιν δε κατελογισθης

14:11 κατεβη δε εις αδου η δοξα σου η πολλη σου ευφροσυνη υποκατω σου στρωσουσιν σηψιν και το κατακαλυμμα σου σκωληξ

14:12 πως εξεπεσεν εκ του ουρανου ο εωσφορος ο πρωι ανατελλων συνετριβη εις την γην ο αποστελλων προς παντα τα εθνη

14:13 συ δε ειπας εν τη διανοια σου εις τον ουρανον αναβησομαι επανω των αστρων του ουρανου θησω τον θρονον μου καθιω εν ορει υψηλω επι τα ορη τα υψηλα τα προς βορραν

14:14 αναβησομαι επανω των νεφελων εσομαι ομοιος τω υψιστω

14:15 νυν δε εις αδου καταβηση και εις τα θεμελια της γης

14:16 οι ιδοντες σε θαυμασουσιν επι σοι και ερουσιν ουτος ο ανθρωπος ο παροξυνων την γην σειων βασιλεις

14:17 ο θεις την οικουμενην ολην ερημον και τας πολεις καθειλεν τους εν επαγωγη ουκ ελυσεν

14:18 παντες οι βασιλεις των εθνων εκοιμηθησαν εν τιμη ανθρωπος εν τω οικω αυτου

14:19 συ δε ριφηση εν τοις ορεσιν ως νεκρος εβδελυγμενος μετα πολλων τεθνηκοτων εκκεκεντημενων μαχαιραις καταβαινοντων εις αδου ον τροπον ιματιον εν αιματι πεφυρμενον ουκ εσται καθαρον

14:20 ουτως ουδε συ εση καθαρος διοτι την γην μου απωλεσας και τον λαον μου απεκτεινας ου μη μεινης εις τον αιωνα χρονον σπερμα πονηρον

14:21 ετοιμασον τα τεκνα σου σφαγηναι ταις αμαρτιαις του πατρος σου ινα μη αναστωσιν και την γην κληρονομησωσιν και εμπλησωσι την γην πολεων

14:22 και επαναστησομαι αυτοις λεγει κυριος σαβαωθ και απολω αυτων ονομα και καταλειμμα και σπερμα ταδε λεγει κυριος

14:23 και θησω την βαβυλωνιαν ερημον ωστε κατοικειν εχινους και εσται εις ουδεν και θησω αυτην πηλου βαραθρον εις απωλειαν

14:24 ταδε λεγει κυριος σαβαωθ ον τροπον ειρηκα ουτως εσται και ον τροπον βεβουλευμαι ουτως μενει

14:25 του απολεσαι τους ασσυριους απο της γης της εμης και απο των ορεων μου και εσονται εις καταπατημα και αφαιρεθησεται απ' αυτων ο ζυγος αυτων και το κυδος αυτων απο των ωμων αφαιρεθησεται

14:26 αυτη η βουλη ην βεβουλευται κυριος επι την οικουμενην ολην και αυτη η χειρ η υψηλη επι παντα τα εθνη της οικουμενης

14:27 α γαρ ο θεος ο αγιος βεβουλευται τις διασκεδασει και την χειρα την υψηλην τις αποστρεψει

14:28 του ετους ου απεθανεν αχαζ ο βασιλευς εγενηθη το ρημα τουτο

14:29 μη ευφρανθειητε παντες οι αλλοφυλοι συνετριβη γαρ ο ζυγος του παιοντος υμας εκ γαρ σπερματος οφεων εξελευσεται εκγονα ασπιδων και τα εκγονα αυτων εξελευσονται οφεις πετομενοι

14:30 και βοσκηθησονται πτωχοι δι' αυτου πτωχοι δε ανδρες επ' ειρηνης αναπαυσονται ανελει δε λιμω το σπερμα σου και το καταλειμμα σου ανελει

14:31 ολολυζετε πυλαι πολεων κεκραγετωσαν πολεις τεταραγμεναι οι αλλοφυλοι παντες οτι καπνος απο βορρα ερχεται και ουκ εστιν του ειναι

14:32 και τι αποκριθησονται βασιλεις εθνων οτι κυριος εθεμελιωσεν σιων και δι' αυτου σωθησονται οι ταπεινοι του λαου

 

Created with FREE HTMLCompiler by BibleDatabase