HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

16:1 αποστελω ως ερπετα επι την γην μη πετρα ερημος εστιν το ορος σιων

16:2 εση γαρ ως πετεινου ανιπταμενου νεοσσος αφηρημενος θυγατερ μωαβ επειτα δε αρνων

16:3 πλειονα βουλευου ποιειτε σκεπην πενθους αυτη δια παντος εν μεσημβρινη σκοτια φευγουσιν εξεστησαν μη απαχθης

16:4 παροικησουσιν σοι οι φυγαδες μωαβ εσονται σκεπη υμιν απο προσωπου διωκοντος οτι ηρθη η συμμαχια σου και ο αρχων απωλετο ο καταπατων επι της γης

16:5 και διορθωθησεται μετ' ελεους θρονος και καθιεται επ' αυτου μετα αληθειας εν σκηνη δαυιδ κρινων και εκζητων κριμα και σπευδων δικαιοσυνην

16:6 ηκουσαμεν την υβριν μωαβ υβριστης σφοδρα την υπερηφανιαν εξηρας ουχ ουτως η μαντεια σου

16:7 ουχ ουτως ολολυξει μωαβ εν γαρ τη μωαβιτιδι παντες ολολυξουσιν τοις κατοικουσιν δεσεθ μελετησεις και ουκ εντραπηση

16:8 τα πεδια εσεβων πενθησει αμπελος σεβαμα καταπινοντες τα εθνη καταπατησατε τας αμπελους αυτης εως ιαζηρ ου μη συναψητε πλανηθητε την ερημον οι απεσταλμενοι εγκατελειφθησαν διεβησαν γαρ την ερημον

16:9 δια τουτο κλαυσομαι ως τον κλαυθμον ιαζηρ αμπελον σεβαμα τα δενδρα σου κατεβαλεν εσεβων και ελεαλη οτι επι τω θερισμω και επι τω τρυγητω σου καταπατησω και παντα πεσουνται

16:10 και αρθησεται ευφροσυνη και αγαλλιαμα εκ των αμπελωνων σου και εν τοις αμπελωσιν σου ου μη ευφρανθησονται και ου μη πατησουσιν οινον εις τα υποληνια πεπαυται γαρ

16:11 δια τουτο η κοιλια μου επι μωαβ ως κιθαρα ηχησει και τα εντος μου ωσει τειχος ο ενεκαινισας

16:12 και εσται εις το εντραπηναι σε οτι εκοπιασεν μωαβ επι τοις βωμοις και εισελευσεται εις τα χειροποιητα αυτης ωστε προσευξασθαι και ου μη δυνηται εξελεσθαι αυτον

16:13 τουτο το ρημα ο ελαλησεν κυριος επι μωαβ οποτε και ελαλησεν

16:14 και νυν λεγω εν τρισιν ετεσιν ετων μισθωτου ατιμασθησεται η δοξα μωαβ εν παντι τω πλουτω τω πολλω και καταλειφθησεται ολιγοστος και ουκ εντιμος

 

Created with FREE HTMLCompiler by BibleDatabase