HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

23:1 το οραμα τυρου ολολυζετε πλοια καρχηδονος οτι απωλετο και ουκετι ερχονται εκ γης κιτιαιων ηκται αιχμαλωτος

23:2 τινι ομοιοι γεγονασιν οι ενοικουντες εν τη νησω μεταβολοι φοινικης διαπερωντες την θαλασσαν

23:3 εν υδατι πολλω σπερμα μεταβολων ως αμητου εισφερομενου οι μεταβολοι των εθνων

23:4 αισχυνθητι σιδων ειπεν η θαλασσα η δε ισχυς της θαλασσης ειπεν ουκ ωδινον ουδε ετεκον ουδε εξεθρεψα νεανισκους ουδε υψωσα παρθενους

23:5 οταν δε ακουστον γενηται αιγυπτω λημψεται αυτους οδυνη περι τυρου

23:6 απελθατε εις καρχηδονα ολολυξατε οι ενοικουντες εν τη νησω ταυτη

23:7 ουχ αυτη ην υμων η υβρις η απ' αρχης πριν η παραδοθηναι αυτην

23:8 τις ταυτα εβουλευσεν επι τυρον μη ησσων εστιν η ουκ ισχυει οι εμποροι αυτης ενδοξοι αρχοντες της γης

23:9 κυριος σαβαωθ εβουλευσατο παραλυσαι πασαν την υβριν των ενδοξων και ατιμασαι παν ενδοξον επι της γης

23:10 εργαζου την γην σου και γαρ πλοια ουκετι ερχεται εκ καρχηδονος

23:11 η δε χειρ σου ουκετι ισχυει κατα θαλασσαν η παροξυνουσα βασιλεις κυριος σαβαωθ ενετειλατο περι χανααν απολεσαι αυτης την ισχυν

23:12 και ερουσιν ουκετι μη προσθητε του υβριζειν και αδικειν την θυγατερα σιδωνος και εαν απελθης εις κιτιεις ουδε εκει σοι αναπαυσις εσται

23:13 και εις γην χαλδαιων και αυτη ηρημωται απο των ασσυριων ουδε εκει σοι αναπαυσις εσται οτι ο τοιχος αυτης πεπτωκεν

23:14 ολολυζετε πλοια καρχηδονος οτι απωλετο το οχυρωμα υμων

23:15 και εσται εν τη ημερα εκεινη καταλειφθησεται τυρος ετη εβδομηκοντα ως χρονος βασιλεως ως χρονος ανθρωπου και εσται μετα εβδομηκοντα ετη εσται τυρος ως ασμα πορνης

23:16 λαβε κιθαραν ρεμβευσον πολεις πορνη επιλελησμενη καλως κιθαρισον πολλα ασον ινα σου μνεια γενηται

23:17 και εσται μετα εβδομηκοντα ετη επισκοπην ποιησει ο θεος τυρου και παλιν αποκατασταθησεται εις το αρχαιον και εσται εμποριον πασαις ταις βασιλειαις της οικουμενης

23:18 και εσται αυτης η εμπορια και ο μισθος αγιον τω κυριω ουκ αυτοις συναχθησεται αλλα τοις κατοικουσιν εναντι κυριου πασα η εμπορια αυτης φαγειν και πιειν και εμπλησθηναι εις συμβολην μνημοσυνον εναντι κυριου

 

Created with FREE HTMLCompiler by BibleDatabase