HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

24:1 ιδου κυριος καταφθειρει την οικουμενην και ερημωσει αυτην και ανακαλυψει το προσωπον αυτης και διασπερει τους ενοικουντας εν αυτη

24:2 και εσται ο λαος ως ο ιερευς και ο παις ως ο κυριος και η θεραπαινα ως η κυρια εσται ο αγοραζων ως ο πωλων και ο δανειζων ως ο δανειζομενος και ο οφειλων ως ω οφειλει

24:3 φθορα φθαρησεται η γη και προνομη προνομευθησεται η γη το γαρ στομα κυριου ελαλησεν ταυτα

24:4 επενθησεν η γη και εφθαρη η οικουμενη επενθησαν οι υψηλοι της γης

24:5 η δε γη ηνομησεν δια τους κατοικουντας αυτην διοτι παρεβησαν τον νομον και ηλλαξαν τα προσταγματα διαθηκην αιωνιον

24:6 δια τουτο αρα εδεται την γην οτι ημαρτοσαν οι κατοικουντες αυτην δια τουτο πτωχοι εσονται οι ενοικουντες εν τη γη και καταλειφθησονται ανθρωποι ολιγοι

24:7 πενθησει οινος πενθησει αμπελος στεναξουσιν παντες οι ευφραινομενοι την ψυχην

24:8 πεπαυται ευφροσυνη τυμπανων πεπαυται αυθαδεια και πλουτος ασεβων πεπαυται φωνη κιθαρας

24:9 ησχυνθησαν ουκ επιον οινον πικρον εγενετο το σικερα τοις πινουσιν

24:10 ηρημωθη πασα πολις κλεισει οικιαν του μη εισελθειν

24:11 ολολυζετε περι του οινου πανταχη πεπαυται πασα ευφροσυνη της γης

24:12 και καταλειφθησονται πολεις ερημοι και οικοι εγκαταλελειμμενοι απολουνται

24:13 ταυτα παντα εσται εν τη γη εν μεσω των εθνων ον τροπον εαν τις καλαμησηται ελαιαν ουτως καλαμησονται αυτους και εαν παυσηται ο τρυγητος

24:14 ουτοι φωνη βοησονται οι δε καταλειφθεντες επι της γης ευφρανθησονται αμα τη δοξη κυριου ταραχθησεται το υδωρ της θαλασσης

24:15 δια τουτο η δοξα κυριου εν ταις νησοις εσται της θαλασσης το ονομα κυριου ενδοξον εσται κυριε ο θεος ισραηλ

24:16 απο των πτερυγων της γης τερατα ηκουσαμεν ελπις τω ευσεβει και ερουσιν ουαι τοις αθετουσιν οι αθετουντες τον νομον

24:17 φοβος και βοθυνος και παγις εφ' υμας τους ενοικουντας επι της γης

24:18 και εσται ο φευγων τον φοβον εμπεσειται εις τον βοθυνον ο δε εκβαινων εκ του βοθυνου αλωσεται υπο της παγιδος οτι θυριδες εκ του ουρανου ηνεωχθησαν και σεισθησεται τα θεμελια της γης

24:19 ταραχη ταραχθησεται η γη και απορια απορηθησεται η γη

24:20 εκλινεν και σεισθησεται ως οπωροφυλακιον η γη ως ο μεθυων και κραιπαλων και πεσειται και ου μη δυνηται αναστηναι κατισχυσεν γαρ επ' αυτης η ανομια

24:21 και επαξει ο θεος επι τον κοσμον του ουρανου την χειρα και επι τους βασιλεις της γης

24:22 και συναξουσιν και αποκλεισουσιν εις οχυρωμα και εις δεσμωτηριον δια πολλων γενεων επισκοπη εσται αυτων

24:23 και τακησεται η πλινθος και πεσειται το τειχος οτι βασιλευσει κυριος εν σιων και εν ιερουσαλημ και ενωπιον των πρεσβυτερων δοξασθησεται

 

Created with FREE HTMLCompiler by BibleDatabase