HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

25:1 κυριε ο θεος μου δοξασω σε υμνησω το ονομα σου οτι εποιησας θαυμαστα πραγματα βουλην αρχαιαν αληθινην γενοιτο κυριε

25:2 οτι εθηκας πολεις εις χωμα πολεις οχυρας του πεσειν αυτων τα θεμελια των ασεβων πολις εις τον αιωνα ου μη οικοδομηθη

25:3 δια τουτο ευλογησει σε ο λαος ο πτωχος και πολεις ανθρωπων αδικουμενων ευλογησουσιν σε

25:4 εγενου γαρ παση πολει ταπεινη βοηθος και τοις αθυμησασιν δια ενδειαν σκεπη απο ανθρωπων πονηρων ρυση αυτους σκεπη διψωντων και πνευμα ανθρωπων αδικουμενων

25:5 ευλογησουσιν σε ως ανθρωποι ολιγοψυχοι διψωντες εν σιων απο ανθρωπων ασεβων οις ημας παρεδωκας

25:6 και ποιησει κυριος σαβαωθ πασι τοις εθνεσιν επι το ορος τουτο πιονται ευφροσυνην πιονται οινον χρισονται μυρον

25:7 εν τω ορει τουτω παραδος ταυτα παντα τοις εθνεσιν η γαρ βουλη αυτη επι παντα τα εθνη

25:8 κατεπιεν ο θανατος ισχυσας και παλιν αφειλεν ο θεος παν δακρυον απο παντος προσωπου το ονειδος του λαου αφειλεν απο πασης της γης το γαρ στομα κυριου ελαλησεν

25:9 και ερουσιν τη ημερα εκεινη ιδου ο θεος ημων εφ' ω ηλπιζομεν και ηγαλλιωμεθα και ευφρανθησομεθα επι τη σωτηρια ημων

25:10 οτι αναπαυσιν δωσει ο θεος επι το ορος τουτο και καταπατηθησεται η μωαβιτις ον τροπον πατουσιν αλωνα εν αμαξαις

25:11 και ανησει τας χειρας αυτου ον τροπον και αυτος εταπεινωσεν του απολεσαι και ταπεινωσει την υβριν αυτου εφ' α τας χειρας επεβαλεν

25:12 και το υψος της καταφυγης του τοιχου σου ταπεινωσει και καταβησεται εως του εδαφους

 

Created with FREE HTMLCompiler by BibleDatabase