HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

26:1 τη ημερα εκεινη ασονται το ασμα τουτο επι γης ιουδα λεγοντες ιδου πολις οχυρα και σωτηριον ημων θησει τειχος και περιτειχος

26:2 ανοιξατε πυλας εισελθατω λαος φυλασσων δικαιοσυνην και φυλασσων αληθειαν

26:3 αντιλαμβανομενος αληθειας και φυλασσων ειρηνην οτι επι σοι

26:4 ηλπισαν κυριε εως του αιωνος ο θεος ο μεγας ο αιωνιος

26:5 ος ταπεινωσας κατηγαγες τους ενοικουντας εν υψηλοις πολεις οχυρας καταβαλεις και καταξεις εως εδαφους

26:6 και πατησουσιν αυτους ποδες πραεων και ταπεινων

26:7 οδος ευσεβων ευθεια εγενετο και παρεσκευασμενη η οδος των ευσεβων

26:8 η γαρ οδος κυριου κρισις ηλπισαμεν επι τω ονοματι σου και επι τη μνεια

26:9 η επιθυμει η ψυχη ημων εκ νυκτος ορθριζει το πνευμα μου προς σε ο θεος διοτι φως τα προσταγματα σου επι της γης δικαιοσυνην μαθετε οι ενοικουντες επι της γης

26:10 πεπαυται γαρ ο ασεβης ου μη μαθη δικαιοσυνην επι της γης αληθειαν ου μη ποιηση αρθητω ο ασεβης ινα μη ιδη την δοξαν κυριου

26:11 κυριε υψηλος σου ο βραχιων και ουκ ηδεισαν γνοντες δε αισχυνθησονται ζηλος λημψεται λαον απαιδευτον και νυν πυρ τους υπεναντιους εδεται

26:12 κυριε ο θεος ημων ειρηνην δος ημιν παντα γαρ απεδωκας ημιν

26:13 κυριε ο θεος ημων κτησαι ημας κυριε εκτος σου αλλον ουκ οιδαμεν το ονομα σου ονομαζομεν

26:14 οι δε νεκροι ζωην ου μη ιδωσιν ουδε ιατροι ου μη αναστησωσιν δια τουτο επηγαγες και απωλεσας και ηρας παν αρσεν αυτων

26:15 προσθες αυτοις κακα κυριε προσθες κακα πασιν τοις ενδοξοις της γης

26:16 κυριε εν θλιψει εμνησθην σου εν θλιψει μικρα η παιδεια σου ημιν

26:17 και ως η ωδινουσα εγγιζει του τεκειν και επι τη ωδινι αυτης εκεκραξεν ουτως εγενηθημεν τω αγαπητω σου δια τον φοβον σου κυριε

26:18 εν γαστρι ελαβομεν και ωδινησαμεν και ετεκομεν πνευμα σωτηριας σου εποιησαμεν επι της γης αλλα πεσουνται οι ενοικουντες επι της γης

26:19 αναστησονται οι νεκροι και εγερθησονται οι εν τοις μνημειοις και ευφρανθησονται οι εν τη γη η γαρ δροσος η παρα σου ιαμα αυτοις εστιν η δε γη των ασεβων πεσειται

26:20 βαδιζε λαος μου εισελθε εις τα ταμιεια σου αποκλεισον την θυραν σου αποκρυβηθι μικρον οσον οσον εως αν παρελθη η οργη κυριου

26:21 ιδου γαρ κυριος απο του αγιου επαγει την οργην επι τους ενοικουντας επι της γης και ανακαλυψει η γη το αιμα αυτης και ου κατακαλυψει τους ανηρημενους

 

Created with FREE HTMLCompiler by BibleDatabase