HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 32

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

32:1 ιδου γαρ βασιλευς δικαιος βασιλευσει και αρχοντες μετα κρισεως αρξουσιν

32:2 και εσται ο ανθρωπος κρυπτων τους λογους αυτου και κρυβησεται ως αφ' υδατος φερομενου και φανησεται εν σιων ως ποταμος φερομενος ενδοξος εν γη διψωση

32:3 και ουκετι εσονται πεποιθοτες επ' ανθρωποις αλλα τα ωτα δωσουσιν ακουειν

32:4 και η καρδια των ασθενουντων προσεξει του ακουειν και αι γλωσσαι αι ψελλιζουσαι ταχυ μαθησονται λαλειν ειρηνην

32:5 και ουκετι μη ειπωσιν τω μωρω αρχειν και ουκετι μη ειπωσιν οι υπηρεται σου σιγα

32:6 ο γαρ μωρος μωρα λαλησει και η καρδια αυτου ματαια νοησει του συντελειν ανομα και λαλειν προς κυριον πλανησιν του διασπειραι ψυχας πεινωσας και τας ψυχας τας διψωσας κενας ποιησαι

32:7 η γαρ βουλη των πονηρων ανομα βουλευσεται καταφθειραι ταπεινους εν λογοις αδικοις και διασκεδασαι λογους ταπεινων εν κρισει

32:8 οι δε ευσεβεις συνετα εβουλευσαντο και αυτη η βουλη μενει

32:9 γυναικες πλουσιαι αναστητε και ακουσατε της φωνης μου θυγατερες εν ελπιδι ακουσατε τους λογους μου

32:10 ημερας ενιαυτου μνειαν ποιησασθε εν οδυνη μετ' ελπιδος ανηλωται ο τρυγητος πεπαυται ο σπορος και ουκετι μη ελθη

32:11 εκστητε λυπηθητε αι πεποιθυιαι εκδυσασθε γυμναι γενεσθε περιζωσασθε σακκους τας οσφυας

32:12 και επι των μαστων κοπτεσθε απο αγρου επιθυμηματος και αμπελου γενηματος

32:13 η γη του λαου μου ακανθα και χορτος αναβησεται και εκ πασης οικιας ευφροσυνη αρθησεται πολις πλουσια

32:14 οικοι εγκαταλελειμμενοι πλουτον πολεως και οικους επιθυμητους αφησουσιν και εσονται αι κωμαι σπηλαια εως του αιωνος ευφροσυνη ονων αγριων βοσκηματα ποιμενων

32:15 εως αν επελθη εφ' υμας πνευμα αφ' υψηλου και εσται ερημος ο χερμελ και ο χερμελ εις δρυμον λογισθησεται

32:16 και αναπαυσεται εν τη ερημω κριμα και δικαιοσυνη εν τω καρμηλω κατοικησει

32:17 και εσται τα εργα της δικαιοσυνης ειρηνη και κρατησει η δικαιοσυνη αναπαυσιν και πεποιθοτες εως του αιωνος

32:18 και κατοικησει ο λαος αυτου εν πολει ειρηνης και ενοικησει πεποιθως και αναπαυσονται μετα πλουτου

32:19 η δε χαλαζα εαν καταβη ουκ εφ' υμας ηξει και εσονται οι ενοικουντες εν τοις δρυμοις πεποιθοτες ως οι εν τη πεδινη

32:20 μακαριοι οι σπειροντες επι παν υδωρ ου βους και ονος πατει

 

Created with FREE HTMLCompiler by BibleDatabase