HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 34

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

34:1 προσαγαγετε εθνη και ακουσατε αρχοντες ακουσατω η γη και οι εν αυτη η οικουμενη και ο λαος ο εν αυτη

34:2 διοτι θυμος κυριου επι παντα τα εθνη και οργη επι τον αριθμον αυτων του απολεσαι αυτους και παραδουναι αυτους εις σφαγην

34:3 οι δε τραυματιαι αυτων ριφησονται και οι νεκροι και αναβησεται αυτων η οσμη και βραχησεται τα ορη απο του αιματος αυτων

34:4 και ελιγησεται ο ουρανος ως βιβλιον και παντα τα αστρα πεσειται ως φυλλα εξ αμπελου και ως πιπτει φυλλα απο συκης

34:5 εμεθυσθη η μαχαιρα μου εν τω ουρανω ιδου επι την ιδουμαιαν καταβησεται και επι τον λαον της απωλειας μετα κρισεως

34:6 η μαχαιρα κυριου ενεπλησθη αιματος επαχυνθη απο στεατος αρνων και απο στεατος τραγων και κριων οτι θυσια κυριω εν βοσορ και σφαγη μεγαλη εν τη ιδουμαια

34:7 και συμπεσουνται οι αδροι μετ' αυτων και οι κριοι και οι ταυροι και μεθυσθησεται η γη απο του αιματος και απο του στεατος αυτων εμπλησθησεται

34:8 ημερα γαρ κρισεως κυριου και ενιαυτος ανταποδοσεως κρισεως σιων

34:9 και στραφησονται αυτης αι φαραγγες εις πισσαν και η γη αυτης εις θειον και εσται αυτης η γη καιομενη ως πισσα

34:10 νυκτος και ημερας και ου σβεσθησεται εις τον αιωνα χρονον και αναβησεται ο καπνος αυτης ανω εις γενεας ερημωθησεται και εις χρονον πολυν

34:11 και κατοικησουσιν εν αυτη ορνεα και εχινοι και ιβεις και κορακες και επιβληθησεται επ' αυτην σπαρτιον γεωμετριας ερημου και ονοκενταυροι οικησουσιν εν αυτη

34:12 οι αρχοντες αυτης ουκ εσονται οι γαρ βασιλεις αυτης και οι αρχοντες αυτης και οι μεγιστανες αυτης εσονται εις απωλειαν

34:13 και αναφυσει εις τας πολεις αυτων ακανθινα ξυλα και εις τα οχυρωματα αυτης και εσται επαυλις σειρηνων και αυλη στρουθων

34:14 και συναντησουσιν δαιμονια ονοκενταυροις και βοησουσιν ετερος προς τον ετερον εκει αναπαυσονται ονοκενταυροι ευρον γαρ αυτοις αναπαυσιν

34:15 εκει ενοσσευσεν εχινος και εσωσεν η γη τα παιδια αυτης μετα ασφαλειας εκει ελαφοι συνηντησαν και ειδον τα προσωπα αλληλων

34:16 αριθμω παρηλθον και μια αυτων ουκ απωλετο ετερα την ετεραν ουκ εζητησαν οτι κυριος ενετειλατο αυτοις και το πνευμα αυτου συνηγαγεν αυτας

34:17 και αυτος επιβαλει αυτοις κληρους και η χειρ αυτου διεμερισεν βοσκεσθαι εις τον αιωνα χρονον κληρονομησετε εις γενεας γενεων αναπαυσονται επ' αυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase