HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 38

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

38:1 εγενετο δε εν τω καιρω εκεινω εμαλακισθη εζεκιας εως θανατου και ηλθεν προς αυτον ησαιας υιος αμως ο προφητης και ειπεν προς αυτον ταδε λεγει κυριος ταξαι περι του οικου σου αποθνησκεις γαρ συ και ου ζηση

38:2 και απεστρεψεν εζεκιας το προσωπον αυτου προς τον τοιχον και προσηυξατο προς κυριον

38:3 λεγων μνησθητι κυριε ως επορευθην ενωπιον σου μετα αληθειας εν καρδια αληθινη και τα αρεστα ενωπιον σου εποιησα και εκλαυσεν εζεκιας κλαυθμω μεγαλω

38:4 και εγενετο λογος κυριου προς ησαιαν λεγων

38:5 πορευθητι και ειπον εζεκια ταδε λεγει κυριος ο θεος δαυιδ του πατρος σου ηκουσα της φωνης της προσευχης σου και ειδον τα δακρυα σου ιδου προστιθημι προς τον χρονον σου ετη δεκα πεντε

38:6 και εκ χειρος βασιλεως ασσυριων σωσω σε και υπερ της πολεως ταυτης υπερασπιω

38:7 τουτο δε σοι το σημειον παρα κυριου οτι ο θεος ποιησει το ρημα τουτο

38:8 την σκιαν των αναβαθμων ους κατεβη ο ηλιος τους δεκα αναβαθμους του οικου του πατρος σου αποστρεψω τον ηλιον τους δεκα αναβαθμους και ανεβη ο ηλιος τους δεκα αναβαθμους ους κατεβη η σκια

38:9 προσευχη εζεκιου βασιλεως της ιουδαιας ηνικα εμαλακισθη και ανεστη εκ της μαλακιας αυτου

38:10 εγω ειπα εν τω υψει των ημερων μου εν πυλαις αδου καταλειψω τα ετη τα επιλοιπα

38:11 ειπα ουκετι μη ιδω το σωτηριον του θεου επι της γης ουκετι μη ιδω ανθρωπον

38:12 εκ της συγγενειας μου κατελιπον το λοιπον της ζωης μου εξηλθεν και απηλθεν απ' εμου ωσπερ ο καταλυων σκηνην πηξας το πνευμα μου παρ' εμοι εγενετο ως ιστος εριθου εγγιζουσης εκτεμειν εν τη ημερα εκεινη παρεδοθην

38:13 εως πρωι ως λεοντι ουτως τα οστα μου συνετριψεν απο γαρ της ημερας εως της νυκτος παρεδοθην

38:14 ως χελιδων ουτως φωνησω και ως περιστερα ουτως μελετησω εξελιπον γαρ μου οι οφθαλμοι του βλεπειν εις το υψος του ουρανου προς τον κυριον ος εξειλατο με

38:15 και αφειλατο μου την οδυνην της ψυχης

38:16 κυριε περι αυτης γαρ ανηγγελη σοι και εξηγειρας μου την πνοην και παρακληθεις εζησα

38:17 ειλου γαρ μου την ψυχην ινα μη αποληται και απερριψας οπισω μου πασας τας αμαρτιας μου

38:18 ου γαρ οι εν αδου αινεσουσιν σε ουδε οι αποθανοντες ευλογησουσιν σε ουδε ελπιουσιν οι εν αδου την ελεημοσυνην σου

38:19 οι ζωντως ευλογησουσιν σε ον τροπον καγω απο γαρ της σημερον παιδια ποιησω α αναγγελουσιν την δικαιοσυνην σου

38:20 κυριε της σωτηριας μου και ου παυσομαι ευλογων σε μετα ψαλτηριου πασας τας ημερας της ζωης μου κατεναντι του οικου του θεου

38:21 και ειπεν ησαιας προς εζεκιαν λαβε παλαθην εκ συκων και τριψον και καταπλασαι και υγιης εση

38:22 και ειπεν εζεκιας τουτο το σημειον οτι αναβησομαι εις τον οικον κυριου του θεου

 

Created with FREE HTMLCompiler by BibleDatabase