HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 40

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

40:1 παρακαλειτε παρακαλειτε τον λαον μου λεγει ο θεος

40:2 ιερεις λαλησατε εις την καρδιαν ιερουσαλημ παρακαλεσατε αυτην οτι επλησθη η ταπεινωσις αυτης λελυται αυτης η αμαρτια οτι εδεξατο εκ χειρος κυριου διπλα τα αμαρτηματα αυτης

40:3 φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους του θεου ημων

40:4 πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται παντα τα σκολια εις ευθειαν και η τραχεια εις πεδια

40:5 και οφθησεται η δοξα κυριου και οψεται πασα σαρξ το σωτηριον του θεου οτι κυριος ελαλησεν

40:6 φωνη λεγοντος βοησον και ειπα τι βοησω πασα σαρξ χορτος και πασα δοξα ανθρωπου ως ανθος χορτου

40:7 εξηρανθη ο χορτος και το ανθος εξεπεσεν

40:8 το δε ρημα του θεου ημων μενει εις τον αιωνα

40:9 επ' ορος υψηλον αναβηθι ο ευαγγελιζομενος σιων υψωσον τη ισχυι την φωνην σου ο ευαγγελιζομενος ιερουσαλημ υψωσατε μη φοβεισθε ειπον ταις πολεσιν ιουδα ιδου ο θεος υμων

40:10 ιδου κυριος μετα ισχυος ερχεται και ο βραχιων μετα κυριειας ιδου ο μισθος αυτου μετ' αυτου και το εργον εναντιον αυτου

40:11 ως ποιμην ποιμανει το ποιμνιον αυτου και τω βραχιονι αυτου συναξει αρνας και εν γαστρι εχουσας παρακαλεσει

40:12 τις εμετρησεν τη χειρι το υδωρ και τον ουρανον σπιθαμη και πασαν την γην δρακι τις εστησεν τα ορη σταθμω και τας ναπας ζυγω

40:13 τις εγνω νουν κυριου και τις αυτου συμβουλος εγενετο ος συμβιβα αυτον

40:14 η προς τινα συνεβουλευσατο και συνεβιβασεν αυτον η τις εδειξεν αυτω κρισιν η οδον συνεσεως τις εδειξεν αυτω

40:15 ει παντα τα εθνη ως σταγων απο καδου και ως ροπη ζυγου ελογισθησαν και ως σιελος λογισθησονται

40:16 ο δε λιβανος ουχ ικανος εις καυσιν και παντα τα τετραποδα ουχ ικανα εις ολοκαρπωσιν

40:17 και παντα τα εθνη ως ουδεν εισι και εις ουθεν ελογισθησαν

40:18 τινι ωμοιωσατε κυριον και τινι ομοιωματι ωμοιωσατε αυτον

40:19 μη εικονα εποιησεν τεκτων η χρυσοχοος χωνευσας χρυσιον περιεχρυσωσεν αυτον ομοιωμα κατεσκευασεν αυτον

40:20 ξυλον γαρ ασηπτον εκλεγεται τεκτων και σοφως ζητει πως στησει αυτου εικονα και ινα μη σαλευηται

40:21 ου γνωσεσθε ουκ ακουσεσθε ουκ ανηγγελη εξ αρχης υμιν ουκ εγνωτε τα θεμελια της γης

40:22 ο κατεχων τον γυρον της γης και οι ενοικουντες εν αυτη ως ακριδες ο στησας ως καμαραν τον ουρανον και διατεινας ως σκηνην κατοικειν

40:23 ο διδους αρχοντας εις ουδεν αρχειν την δε γην ως ουδεν εποιησεν

40:24 ου γαρ μη σπειρωσιν ουδε μη φυτευσωσιν ουδε μη ριζωθη εις την γην η ριζα αυτων επνευσεν επ' αυτους και εξηρανθησαν και καταιγις ως φρυγανα αναλημψεται αυτους

40:25 νυν ουν τινι με ωμοιωσατε και υψωθησομαι ειπεν ο αγιος

40:26 αναβλεψατε εις υψος τους οφθαλμους υμων και ιδετε τις κατεδειξεν παντα ταυτα ο εκφερων κατα αριθμον τον κοσμον αυτου παντας επ' ονοματι καλεσει απο πολλης δοξης και εν κρατει ισχυος ουδεν σε ελαθεν

40:27 μη γαρ ειπης ιακωβ και τι ελαλησας ισραηλ απεκρυβη η οδος μου απο του θεου και ο θεος μου την κρισιν αφειλεν και απεστη

40:28 και νυν ουκ εγνως ει μη ηκουσας θεος αιωνιος ο θεος ο κατασκευασας τα ακρα της γης ου πεινασει ουδε κοπιασει ουδε εστιν εξευρεσις της φρονησεως αυτου

40:29 διδους τοις πεινωσιν ισχυν και τοις μη οδυνωμενοις λυπην

40:30 πεινασουσιν γαρ νεωτεροι και κοπιασουσιν νεανισκοι και εκλεκτοι ανισχυες εσονται

40:31 οι δε υπομενοντες τον θεον αλλαξουσιν ισχυν πτεροφυησουσιν ως αετοι δραμουνται και ου κοπιασουσιν βαδιουνται και ου πεινασουσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase