HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 43

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

43:1 και νυν ουτως λεγει κυριος ο θεος ο ποιησας σε ιακωβ ο πλασας σε ισραηλ μη φοβου οτι ελυτρωσαμην σε εκαλεσα σε το ονομα σου εμος ει συ

43:2 και εαν διαβαινης δι' υδατος μετα σου ειμι και ποταμοι ου συγκλυσουσιν σε και εαν διελθης δια πυρος ου μη κατακαυθης φλοξ ου κατακαυσει σε

43:3 οτι εγω κυριος ο θεος σου ο αγιος ισραηλ ο σωζων σε εποιησα σου αλλαγμα αιγυπτον και αιθιοπιαν και σοηνην υπερ σου

43:4 αφ' ου εντιμος εγενου εναντιον μου εδοξασθης καγω σε ηγαπησα και δωσω ανθρωπους πολλους υπερ σου και αρχοντας υπερ της κεφαλης σου

43:5 μη φοβου οτι μετα σου ειμι απο ανατολων αξω το σπερμα σου και απο δυσμων συναξω σε

43:6 ερω τω βορρα αγε και τω λιβι μη κωλυε αγε τους υιους μου απο γης πορρωθεν και τας θυγατερας μου απ' ακρων της γης

43:7 παντας οσοι επικεκληνται τω ονοματι μου εν γαρ τη δοξη μου κατεσκευασα αυτον και επλασα και εποιησα αυτον

43:8 και εξηγαγον λαον τυφλον και οφθαλμοι εισιν ωσαυτως τυφλοι και κωφοι τα ωτα εχοντες

43:9 παντα τα εθνη συνηχθησαν αμα και συναχθησονται αρχοντες εξ αυτων τις αναγγελει ταυτα η τα εξ αρχης τις αναγγελει υμιν αγαγετωσαν τους μαρτυρας αυτων και δικαιωθητωσαν και ειπατωσαν αληθη

43:10 γενεσθε μοι μαρτυρες καγω μαρτυς λεγει κυριος ο θεος και ο παις ον εξελεξαμην ινα γνωτε και πιστευσητε και συνητε οτι εγω ειμι εμπροσθεν μου ουκ εγενετο αλλος θεος και μετ' εμε ουκ εσται

43:11 εγω ο θεος και ουκ εστιν παρεξ εμου σωζων

43:12 ανηγγειλα και εσωσα ωνειδισα και ουκ ην εν υμιν αλλοτριος υμεις εμοι μαρτυρες καγω μαρτυς λεγει κυριος ο θεος

43:13 ετι απ' αρχης και ουκ εστιν ο εκ των χειρων μου εξαιρουμενος ποιησω και τις αποστρεψει αυτο

43:14 ουτως λεγει κυριος ο θεος ο λυτρουμενος υμας ο αγιος ισραηλ ενεκεν υμων αποστελω εις βαβυλωνα και επεγερω παντας φευγοντας και χαλδαιοι εν πλοιοις δεθησονται

43:15 εγω κυριος ο θεος ο αγιος υμων ο καταδειξας ισραηλ βασιλεα υμων

43:16 ουτως λεγει κυριος ο διδους οδον εν θαλασση και εν υδατι ισχυρω τριβον

43:17 ο εξαγαγων αρματα και ιππον και οχλον ισχυρον αλλα εκοιμηθησαν και ουκ αναστησονται εσβεσθησαν ως λινον εσβεσμενον

43:18 μη μνημονευετε τα πρωτα και τα αρχαια μη συλλογιζεσθε

43:19 ιδου ποιω καινα α νυν ανατελει και γνωσεσθε αυτα και ποιησω εν τη ερημω οδον και εν τη ανυδρω ποταμους

43:20 ευλογησει με τα θηρια του αγρου σειρηνες και θυγατερες στρουθων οτι εδωκα εν τη ερημω υδωρ και ποταμους εν τη ανυδρω ποτισαι το γενος μου το εκλεκτον

43:21 λαον μου ον περιεποιησαμην τας αρετας μου διηγεισθαι

43:22 ου νυν εκαλεσα σε ιακωβ ουδε κοπιασαι σε εποιησα ισραηλ

43:23 ουκ εμοι προβατα της ολοκαρπωσεως σου ουδε εν ταις θυσιαις σου εδοξασας με ουδε εγκοπον εποιησα σε εν λιβανω

43:24 ουδε εκτησω μοι αργυριου θυμιαμα ουδε το στεαρ των θυσιων σου επεθυμησα αλλα εν ταις αμαρτιαις σου και εν ταις αδικιαις σου προεστην σου

43:25 εγω ειμι εγω ειμι ο εξαλειφων τας ανομιας σου και ου μη μνησθησομαι

43:26 συ δε μνησθητι και κριθωμεν λεγε συ τας ανομιας σου πρωτος ινα δικαιωθης

43:27 οι πατερες υμων πρωτοι και οι αρχοντες αυτων ηνομησαν εις εμε

43:28 και εμιαναν οι αρχοντες τα αγια μου και εδωκα απολεσαι ιακωβ και ισραηλ εις ονειδισμον

 

Created with FREE HTMLCompiler by BibleDatabase