HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 50

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

50:1 ουτως λεγει κυριος ποιον το βιβλιον του αποστασιου της μητρος υμων ω εξαπεστειλα αυτην η τινι υποχρεω πεπρακα υμας ιδου ταις αμαρτιαις υμων επραθητε και ταις ανομιαις υμων εξαπεστειλα την μητερα υμων

50:2 τι οτι ηλθον και ουκ ην ανθρωπος εκαλεσα και ουκ ην ο υπακουων μη ουκ ισχυει η χειρ μου του ρυσασθαι η ουκ ισχυω του εξελεσθαι ιδου τη απειλη μου εξερημωσω την θαλασσαν και θησω ποταμους ερημους και ξηρανθησονται οι ιχθυες αυτων απο του μη ειναι υδωρ και αποθανουνται εν διψει

50:3 και ενδυσω τον ουρανον σκοτος και θησω ως σακκον το περιβολαιον αυτου

50:4 κυριος διδωσιν μοι γλωσσαν παιδειας του γνωναι εν καιρω ηνικα δει ειπειν λογον εθηκεν μοι πρωι προσεθηκεν μοι ωτιον ακουειν

50:5 και η παιδεια κυριου ανοιγει μου τα ωτα εγω δε ουκ απειθω ουδε αντιλεγω

50:6 τον νωτον μου δεδωκα εις μαστιγας τας δε σιαγονας μου εις ραπισματα το δε προσωπον μου ουκ απεστρεψα απο αισχυνης εμπτυσματων

50:7 και κυριος βοηθος μου εγενηθη δια τουτο ουκ ενετραπην αλλα εθηκα το προσωπον μου ως στερεαν πετραν και εγνων οτι ου μη αισχυνθω

50:8 οτι εγγιζει ο δικαιωσας με τις ο κρινομενος μοι αντιστητω μοι αμα και τις ο κρινομενος μοι εγγισατω μοι

50:9 ιδου κυριος βοηθει μοι τις κακωσει με ιδου παντες υμεις ως ιματιον παλαιωθησεσθε και ως σης καταφαγεται υμας

50:10 τις εν υμιν ο φοβουμενος τον κυριον ακουσατω της φωνης του παιδος αυτου οι πορευομενοι εν σκοτει ουκ εστιν αυτοις φως πεποιθατε επι τω ονοματι κυριου και αντιστηρισασθε επι τω θεω

50:11 ιδου παντες υμεις πυρ καιετε και κατισχυετε φλογα πορευεσθε τω φωτι του πυρος υμων και τη φλογι η εξεκαυσατε δι' εμε εγενετο ταυτα υμιν εν λυπη κοιμηθησεσθε

 

Created with FREE HTMLCompiler by BibleDatabase