HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 52

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

52:1 εξεγειρου εξεγειρου σιων ενδυσαι την ισχυν σου σιων και ενδυσαι την δοξαν σου ιερουσαλημ πολις η αγια ουκετι προστεθησεται διελθειν δια σου απεριτμητος και ακαθαρτος

52:2 εκτιναξαι τον χουν και αναστηθι καθισον ιερουσαλημ εκδυσαι τον δεσμον του τραχηλου σου η αιχμαλωτος θυγατηρ σιων

52:3 οτι ταδε λεγει κυριος δωρεαν επραθητε και ου μετα αργυριου λυτρωθησεσθε

52:4 ουτως λεγει κυριος εις αιγυπτον κατεβη ο λαος μου το προτερον παροικησαι εκει και εις ασσυριους βια ηχθησαν

52:5 και νυν τι ωδε εστε ταδε λεγει κυριος οτι ελημφθη ο λαος μου δωρεαν θαυμαζετε και ολολυζετε ταδε λεγει κυριος δι' υμας δια παντος το ονομα μου βλασφημειται εν τοις εθνεσιν

52:6 δια τουτο γνωσεται ο λαος μου το ονομα μου εν τη ημερα εκεινη οτι εγω ειμι αυτος ο λαλων παρειμι

52:7 ως ωρα επι των ορεων ως ποδες ευαγγελιζομενου ακοην ειρηνης ως ευαγγελιζομενος αγαθα οτι ακουστην ποιησω την σωτηριαν σου λεγων σιων βασιλευσει σου ο θεος

52:8 οτι φωνη των φυλασσοντων σε υψωθη και τη φωνη αμα ευφρανθησονται οτι οφθαλμοι προς οφθαλμους οψονται ηνικα αν ελεηση κυριος την σιων

52:9 ρηξατω ευφροσυνην αμα τα ερημα ιερουσαλημ οτι ηλεησεν κυριος αυτην και ερρυσατο ιερουσαλημ

52:10 και αποκαλυψει κυριος τον βραχιονα αυτου τον αγιον ενωπιον παντων των εθνων και οψονται παντα τα ακρα της γης την σωτηριαν την παρα του θεου

52:11 αποστητε αποστητε εξελθατε εκειθεν και ακαθαρτου μη απτεσθε εξελθατε εκ μεσου αυτης αφορισθητε οι φεροντες τα σκευη κυριου

52:12 οτι ου μετα ταραχης εξελευσεσθε ουδε φυγη πορευσεσθε πορευσεται γαρ προτερος υμων κυριος και ο επισυναγων υμας κυριος ο θεος ισραηλ

52:13 ιδου συνησει ο παις μου και υψωθησεται και δοξασθησεται σφοδρα

52:14 ον τροπον εκστησονται επι σε πολλοι ουτως αδοξησει απο ανθρωπων το ειδος σου και η δοξα σου απο των ανθρωπων

52:15 ουτως θαυμασονται εθνη πολλα επ' αυτω και συνεξουσιν βασιλεις το στομα αυτων οτι οις ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase