HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 53

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

53:1 κυριε τις επιστευσεν τη ακοη ημων και ο βραχιων κυριου τινι απεκαλυφθη

53:2 ανηγγειλαμεν εναντιον αυτου ως παιδιον ως ριζα εν γη διψωση ουκ εστιν ειδος αυτω ουδε δοξα και ειδομεν αυτον και ουκ ειχεν ειδος ουδε καλλος

53:3 αλλα το ειδος αυτου ατιμον εκλειπον παρα παντας ανθρωπους ανθρωπος εν πληγη ων και ειδως φερειν μαλακιαν οτι απεστραπται το προσωπον αυτου ητιμασθη και ουκ ελογισθη

53:4 ουτος τας αμαρτιας ημων φερει και περι ημων οδυναται και ημεις ελογισαμεθα αυτον ειναι εν πονω και εν πληγη και εν κακωσει

53:5 αυτος δε ετραυματισθη δια τας ανομιας ημων και μεμαλακισται δια τας αμαρτιας ημων παιδεια ειρηνης ημων επ' αυτον τω μωλωπι αυτου ημεις ιαθημεν

53:6 παντες ως προβατα επλανηθημεν ανθρωπος τη οδω αυτου επλανηθη και κυριος παρεδωκεν αυτον ταις αμαρτιαις ημων

53:7 και αυτος δια το κεκακωσθαι ουκ ανοιγει το στομα ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειροντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου

53:8 εν τη ταπεινωσει η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου απο των ανομιων του λαου μου ηχθη εις θανατον

53:9 και δωσω τους πονηρους αντι της ταφης αυτου και τους πλουσιους αντι του θανατου αυτου οτι ανομιαν ουκ εποιησεν ουδε ευρεθη δολος εν τω στοματι αυτου

53:10 και κυριος βουλεται καθαρισαι αυτον της πληγης εαν δωτε περι αμαρτιας η ψυχη υμων οψεται σπερμα μακροβιον και βουλεται κυριος αφελειν

53:11 απο του πονου της ψυχης αυτου δειξαι αυτω φως και πλασαι τη συνεσει δικαιωσαι δικαιον ευ δουλευοντα πολλοις και τας αμαρτιας αυτων αυτος ανοισει

53:12 δια τουτο αυτος κληρονομησει πολλους και των ισχυρων μεριει σκυλα ανθ' ων παρεδοθη εις θανατον η ψυχη αυτου και εν τοις ανομοις ελογισθη και αυτος αμαρτιας πολλων ανηνεγκεν και δια τας αμαρτιας αυτων παρεδοθη

 

Created with FREE HTMLCompiler by BibleDatabase