HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 55

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

55:1 οι διψωντες πορευεσθε εφ' υδωρ και οσοι μη εχετε αργυριον βαδισαντες αγορασατε και πιετε ανευ αργυριου και τιμης οινου και στεαρ

55:2 ινα τι τιμασθε αργυριου και τον μοχθον υμων ουκ εις πλησμονην ακουσατε μου και φαγεσθε αγαθα και εντρυφησει εν αγαθοις η ψυχη υμων

55:3 προσεχετε τοις ωτιοις υμων και επακολουθησατε ταις οδοις μου επακουσατε μου και ζησεται εν αγαθοις η ψυχη υμων και διαθησομαι υμιν διαθηκην αιωνιον τα οσια δαυιδ τα πιστα

55:4 ιδου μαρτυριον εν εθνεσιν δεδωκα αυτον αρχοντα και προστασσοντα εθνεσιν

55:5 εθνη α ουκ ηδεισαν σε επικαλεσονται σε και λαοι οι ουκ επιστανται σε επι σε καταφευξονται ενεκεν του θεου σου του αγιου ισραηλ οτι εδοξασεν σε

55:6 ζητησατε τον θεον και εν τω ευρισκειν αυτον επικαλεσασθε ηνικα δ' αν εγγιζη υμιν

55:7 απολιπετω ο ασεβης τας οδους αυτου και ανηρ ανομος τας βουλας αυτου και επιστραφητω επι κυριον και ελεηθησεται οτι επι πολυ αφησει τας αμαρτιας υμων

55:8 ου γαρ εισιν αι βουλαι μου ωσπερ αι βουλαι υμων ουδε ωσπερ αι οδοι υμων αι οδοι μου λεγει κυριος

55:9 αλλ' ως απεχει ο ουρανος απο της γης ουτως απεχει η οδος μου απο των οδων υμων και τα διανοηματα υμων απο της διανοιας μου

55:10 ως γαρ εαν καταβη υετος η χιων εκ του ουρανου και ου μη αποστραφη εως αν μεθυση την γην και εκτεκη και εκβλαστηση και δω σπερμα τω σπειροντι και αρτον εις βρωσιν

55:11 ουτως εσται το ρημα μου ο εαν εξελθη εκ του στοματος μου ου μη αποστραφη εως αν συντελεσθη οσα ηθελησα και ευοδωσω τας οδους σου και τα ενταλματα μου

55:12 εν γαρ ευφροσυνη εξελευσεσθε και εν χαρα διδαχθησεσθε τα γαρ ορη και οι βουνοι εξαλουνται προσδεχομενοι υμας εν χαρα και παντα τα ξυλα του αγρου επικροτησει τοις κλαδοις

55:13 και αντι της στοιβης αναβησεται κυπαρισσος αντι δε της κονυζης αναβησεται μυρσινη και εσται κυριος εις ονομα και εις σημειον αιωνιον και ουκ εκλειψει

 

Created with FREE HTMLCompiler by BibleDatabase