HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 57

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

57:1 ιδετε ως ο δικαιος απωλετο και ουδεις εκδεχεται τη καρδια και ανδρες δικαιοι αιρονται και ουδεις κατανοει απο γαρ προσωπου αδικιας ηρται ο δικαιος

57:2 εσται εν ειρηνη η ταφη αυτου ηρται εκ του μεσου

57:3 υμεις δε προσαγαγετε ωδε υιοι ανομοι σπερμα μοιχων και πορνης

57:4 εν τινι ενετρυφησατε και επι τινα ηνοιξατε το στομα υμων και επι τινα εχαλασατε την γλωσσαν υμων ουχ υμεις εστε τεκνα απωλειας σπερμα ανομον

57:5 οι παρακαλουντες επι τα ειδωλα υπο δενδρα δασεα σφαζοντες τα τεκνα αυτων εν ταις φαραγξιν ανα μεσον των πετρων

57:6 εκεινη σου η μερις ουτος σου ο κληρος κακεινοις εξεχεας σπονδας κακεινοις ανηνεγκας θυσιας επι τουτοις ουν ουκ οργισθησομαι

57:7 επ' ορος υψηλον και μετεωρον εκει σου η κοιτη κακει ανεβιβασας θυσιας

57:8 και οπισω των σταθμων της θυρας σου εθηκας μνημοσυνα σου ωου οτι εαν απ' εμου αποστης πλειον τι εξεις ηγαπησας τους κοιμωμενους μετα σου

57:9 και επληθυνας την πορνειαν σου μετ' αυτων και πολλους εποιησας τους μακραν απο σου και απεστειλας πρεσβεις υπερ τα ορια σου και απεστρεψας και εταπεινωθης εως αδου

57:10 ταις πολυοδιαις σου εκοπιασας και ουκ ειπας παυσομαι ενισχυουσα οτι επραξας ταυτα δια τουτο ου κατεδεηθης μου

57:11 συ τινα ευλαβηθεισα εφοβηθης και εψευσω με και ουκ εμνησθης μου ουδε ελαβες με εις την διανοιαν ουδε εις την καρδιαν σου καγω σε ιδων παρορω και εμε ουκ εφοβηθης

57:12 καγω απαγγελω την δικαιοσυνην μου και τα κακα σου α ουκ ωφελησουσιν σε

57:13 οταν αναβοησης εξελεσθωσαν σε εν τη θλιψει σου τουτους γαρ παντας ανεμος λημψεται και αποισει καταιγις οι δε αντεχομενοι μου κτησονται γην και κληρονομησουσιν το ορος το αγιον μου

57:14 και ερουσιν καθαρισατε απο προσωπου αυτου οδους και αρατε σκωλα απο της οδου του λαου μου

57:15 ταδε λεγει κυριος ο υψιστος ο εν υψηλοις κατοικων τον αιωνα αγιος εν αγιοις ονομα αυτω κυριος υψιστος εν αγιοις αναπαυομενος και ολιγοψυχοις διδους μακροθυμιαν και διδους ζωην τοις συντετριμμενοις την καρδιαν

57:16 ουκ εις τον αιωνα εκδικησω υμας ουδε δια παντος οργισθησομαι υμιν πνευμα γαρ παρ' εμου εξελευσεται και πνοην πασαν εγω εποιησα

57:17 δι' αμαρτιαν βραχυ τι ελυπησα αυτον και επαταξα αυτον και απεστρεψα το προσωπον μου απ' αυτου και ελυπηθη και επορευθη στυγνος εν ταις οδοις αυτου

57:18 τας οδους αυτου εωρακα και ιασαμην αυτον και παρεκαλεσα αυτον και εδωκα αυτω παρακλησιν αληθινην

57:19 ειρηνην επ' ειρηνην τοις μακραν και τοις εγγυς ουσιν και ειπεν κυριος ιασομαι αυτους

57:20 οι δε αδικοι ουτως κλυδωνισθησονται και αναπαυσασθαι ου δυνησονται

57:21 ουκ εστιν χαιρειν τοις ασεβεσιν ειπεν κυριος ο θεος

 

Created with FREE HTMLCompiler by BibleDatabase