HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 61

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

61:1 πνευμα κυριου επ' εμε ου εινεκεν εχρισεν με ευαγγελισασθαι πτωχοις απεσταλκεν με ιασασθαι τους συντετριμμενους τη καρδια κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν

61:2 καλεσαι ενιαυτον κυριου δεκτον και ημεραν ανταποδοσεως παρακαλεσαι παντας τους πενθουντας

61:3 δοθηναι τοις πενθουσιν σιων δοξαν αντι σποδου αλειμμα ευφροσυνης τοις πενθουσιν καταστολην δοξης αντι πνευματος ακηδιας και κληθησονται γενεαι δικαιοσυνης φυτευμα κυριου εις δοξαν

61:4 και οικοδομησουσιν ερημους αιωνιας εξηρημωμενας προτερον εξαναστησουσιν και καινιουσιν πολεις ερημους εξηρημωμενας εις γενεας

61:5 και ηξουσιν αλλογενεις ποιμαινοντες τα προβατα σου και αλλοφυλοι αροτηρες και αμπελουργοι

61:6 υμεις δε ιερεις κυριου κληθησεσθε λειτουργοι θεου ισχυν εθνων κατεδεσθε και εν τω πλουτω αυτων θαυμασθησεσθε

61:7 ουτως εκ δευτερας κληρονομησουσιν την γην και ευφροσυνη αιωνιος υπερ κεφαλης αυτων

61:8 εγω γαρ ειμι κυριος ο αγαπων δικαιοσυνην και μισων αρπαγματα εξ αδικιας και δωσω τον μοχθον αυτων δικαιοις και διαθηκην αιωνιον διαθησομαι αυτοις

61:9 και γνωσθησεται εν τοις εθνεσιν το σπερμα αυτων και τα εκγονα αυτων πας ο ορων αυτους επιγνωσεται αυτους οτι ουτοι εισιν σπερμα ηυλογημενον υπο θεου

61:10 και ευφροσυνη ευφρανθησονται επι κυριον αγαλλιασθω η ψυχη μου επι τω κυριω ενεδυσεν γαρ με ιματιον σωτηριου και χιτωνα ευφροσυνης ως νυμφιω περιεθηκεν μοι μιτραν και ως νυμφην κατεκοσμησεν με κοσμω

61:11 και ως γην αυξουσαν το ανθος αυτης και ως κηπος τα σπερματα αυτου ουτως ανατελει κυριος δικαιοσυνην και αγαλλιαμα εναντιον παντων των εθνων

 

Created with FREE HTMLCompiler by BibleDatabase