HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Isaiah 64

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52] [53] [54] [55] [56] [57] [58] [59] [60] [61] [62] [63] [64] [65] [66]

64:1 ως κηρος απο πυρος τηκεται και κατακαυσει πυρ τους υπεναντιους και φανερον εσται το ονομα κυριου εν τοις υπεναντιοις απο προσωπου σου εθνη ταραχθησονται

64:2 οταν ποιης τα ενδοξα τρομος λημψεται απο σου ορη

64:3 απο του αιωνος ουκ ηκουσαμεν ουδε οι οφθαλμοι ημων ειδον θεον πλην σου και τα εργα σου α ποιησεις τοις υπομενουσιν ελεον

64:4 συναντησεται γαρ τοις ποιουσιν το δικαιον και των οδων σου μνησθησονται ιδου συ ωργισθης και ημεις ημαρτομεν δια τουτο επλανηθημεν

64:5 και εγενηθημεν ως ακαθαρτοι παντες ημεις ως ρακος αποκαθημενης πασα η δικαιοσυνη ημων και εξερρυημεν ως φυλλα δια τας ανομιας ημων ουτως ανεμος οισει ημας

64:6 και ουκ εστιν ο επικαλουμενος το ονομα σου και ο μνησθεις αντιλαβεσθαι σου οτι απεστρεψας το προσωπον σου αφ' ημων και παρεδωκας ημας δια τας αμαρτιας ημων

64:7 και νυν κυριε πατηρ ημων συ ημεις δε πηλος εργον των χειρων σου παντες

64:8 μη οργιζου ημιν σφοδρα και μη εν καιρω μνησθης αμαρτιων ημων και νυν επιβλεψον οτι λαος σου παντες ημεις

64:9 πολις του αγιου σου εγενηθη ερημος σιων ως ερημος εγενηθη ιερουσαλημ εις καταραν

64:10 ο οικος το αγιον ημων και η δοξα ην ηυλογησαν οι πατερες ημων εγενηθη πυρικαυστος και παντα τα ενδοξα συνεπεσεν

64:11 και επι πασι τουτοις ανεσχου κυριε και εσιωπησας και εταπεινωσας ημας σφοδρα

 

Created with FREE HTMLCompiler by BibleDatabase