HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

4:1 εαν επιστραφη ισραηλ λεγει κυριος προς με επιστραφησεται εαν περιελη τα βδελυγματα αυτου εκ στοματος αυτου και απο του προσωπου μου ευλαβηθη

4:2 και ομοση ζη κυριος μετα αληθειας και εν κρισει και εν δικαιοσυνη και ευλογησουσιν εν αυτη εθνη και εν αυτω αινεσουσιν τω θεω εν ιερουσαλημ

4:3 οτι ταδε λεγει κυριος τοις ανδρασιν ιουδα και τοις κατοικουσιν ιερουσαλημ νεωσατε εαυτοις νεωματα και μη σπειρητε επ' ακανθαις

4:4 περιτμηθητε τω θεω υμων και περιτεμεσθε την σκληροκαρδιαν υμων ανδρες ιουδα και οι κατοικουντες ιερουσαλημ μη εξελθη ως πυρ ο θυμος μου και εκκαυθησεται και ουκ εσται ο σβεσων απο προσωπου πονηριας επιτηδευματων υμων

4:5 αναγγειλατε εν τω ιουδα και ακουσθητω εν ιερουσαλημ ειπατε σημανατε επι της γης σαλπιγγι και κεκραξατε μεγα ειπατε συναχθητε και εισελθωμεν εις τας πολεις τας τειχηρεις

4:6 αναλαβοντες φευγετε εις σιων σπευσατε μη στητε οτι κακα εγω επαγω απο βορρα και συντριβην μεγαλην

4:7 ανεβη λεων εκ της μανδρας αυτου εξολεθρευων εθνη εξηρεν και εξηλθεν εκ του τοπου αυτου του θειναι την γην εις ερημωσιν και πολεις καθαιρεθησονται παρα το μη κατοικεισθαι αυτας

4:8 επι τουτοις περιζωσασθε σακκους και κοπτεσθε και αλαλαξατε διοτι ουκ απεστραφη ο θυμος κυριου αφ' υμων

4:9 και εσται εν εκεινη τη ημερα λεγει κυριος απολειται η καρδια του βασιλεως και η καρδια των αρχοντων και οι ιερεις εκστησονται και οι προφηται θαυμασονται

4:10 και ειπα ω δεσποτα κυριε αρα γε απατων ηπατησας τον λαον τουτον και την ιερουσαλημ λεγων ειρηνη εσται υμιν και ιδου ηψατο η μαχαιρα εως της ψυχης αυτων

4:11 εν τω καιρω εκεινω ερουσιν τω λαω τουτω και τη ιερουσαλημ πνευμα πλανησεως εν τη ερημω οδος της θυγατρος του λαου μου ουκ εις καθαρον ουδ' εις αγιον

4:12 πνευμα πληρωσεως ηξει μοι νυν δε εγω λαλω κριματα προς αυτους

4:13 ιδου ως νεφελη αναβησεται και ως καταιγις τα αρματα αυτου κουφοτεροι αετων οι ιπποι αυτου ουαι ημιν οτι ταλαιπωρουμεν

4:14 αποπλυνε απο κακιας την καρδιαν σου ιερουσαλημ ινα σωθης εως ποτε υπαρξουσιν εν σοι διαλογισμοι πονων σου

4:15 διοτι φωνη αναγγελλοντος εκ δαν ηξει και ακουσθησεται πονος εξ ορους εφραιμ

4:16 αναμνησατε εθνη ιδου ηκασιν αναγγειλατε εν ιερουσαλημ συστροφαι ερχονται εκ γης μακροθεν και εδωκαν επι τας πολεις ιουδα φωνην αυτων

4:17 ως φυλασσοντες αγρον εγενοντο επ' αυτην κυκλω οτι εμου ημελησας λεγει κυριος

4:18 αι οδοι σου και τα επιτηδευματα σου εποιησαν ταυτα σοι αυτη η κακια σου οτι πικρα οτι ηψατο εως της καρδιας σου

4:19 την κοιλιαν μου την κοιλιαν μου αλγω και τα αισθητηρια της καρδιας μου μαιμασσει η ψυχη μου σπαρασσεται η καρδια μου ου σιωπησομαι οτι φωνην σαλπιγγος ηκουσεν η ψυχη μου κραυγην πολεμου

4:20 και ταλαιπωριαν συντριμμον επικαλειται οτι τεταλαιπωρηκεν πασα η γη αφνω τεταλαιπωρηκεν η σκηνη διεσπασθησαν αι δερρεις μου

4:21 εως ποτε οψομαι φευγοντας ακουων φωνην σαλπιγγων

4:22 διοτι οι ηγουμενοι του λαου μου εμε ουκ ηδεισαν υιοι αφρονες εισιν και ου συνετοι σοφοι εισιν του κακοποιησαι το δε καλως ποιησαι ουκ επεγνωσαν

4:23 επεβλεψα επι την γην και ιδου ουθεν και εις τον ουρανον και ουκ ην τα φωτα αυτου

4:24 ειδον τα ορη και ην τρεμοντα και παντας τους βουνους ταρασσομενους

4:25 επεβλεψα και ιδου ουκ ην ανθρωπος και παντα τα πετεινα του ουρανου επτοειτο

4:26 ειδον και ιδου ο καρμηλος ερημος και πασαι αι πολεις εμπεπυρισμεναι πυρι απο προσωπου κυριου και απο προσωπου οργης θυμου αυτου ηφανισθησαν

4:27 ταδε λεγει κυριος ερημος εσται πασα η γη συντελειαν δε ου μη ποιησω

4:28 επι τουτοις πενθειτω η γη και συσκοτασατω ο ουρανος ανωθεν διοτι ελαλησα και ου μετανοησω ωρμησα και ουκ αποστρεψω απ' αυτης

4:29 απο φωνης ιππεως και εντεταμενου τοξου ανεχωρησεν πασα χωρα εισεδυσαν εις τα σπηλαια και εις τα αλση εκρυβησαν και επι τας πετρας ανεβησαν πασα πολις εγκατελειφθη ου κατοικει εν αυταις ανθρωπος

4:30 και συ τι ποιησεις εαν περιβαλη κοκκινον και κοσμηση κοσμω χρυσω και εαν εγχριση στιβι τους οφθαλμους σου εις ματην ο ωραισμος σου απωσαντο σε οι ερασται σου την ψυχην σου ζητουσιν

4:31 οτι φωνην ως ωδινουσης ηκουσα του στεναγμου σου ως πρωτοτοκουσης φωνη θυγατρος σιων εκλυθησεται και παρησει τας χειρας αυτης οιμμοι εγω οτι εκλειπει η ψυχη μου επι τοις ανηρημενοις

 

Created with FREE HTMLCompiler by BibleDatabase