HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

6:1 ενισχυσατε υιοι βενιαμιν εκ μεσου της ιερουσαλημ και εν θεκουε σημανατε σαλπιγγι και υπερ βαιθαχαρμα αρατε σημειον οτι κακα εκκεκυφεν απο βορρα και συντριβη μεγαλη γινεται

6:2 και αφαιρεθησεται το υψος σου θυγατερ σιων

6:3 εις αυτην ηξουσιν ποιμενες και τα ποιμνια αυτων και πηξουσιν επ' αυτην σκηνας κυκλω και ποιμανουσιν εκαστος τη χειρι αυτου

6:4 παρασκευασασθε επ' αυτην εις πολεμον αναστητε και αναβωμεν επ' αυτην μεσημβριας ουαι ημιν οτι κεκλικεν η ημερα οτι εκλειπουσιν αι σκιαι της εσπερας

6:5 αναστητε και αναβωμεν εν τη νυκτι και διαφθειρωμεν τα θεμελια αυτης

6:6 οτι ταδε λεγει κυριος εκκοψον τα ξυλα αυτης εκχεον επι ιερουσαλημ δυναμιν ω πολις ψευδης ολη καταδυναστεια εν αυτη

6:7 ως ψυχει λακκος υδωρ ουτως ψυχει κακια αυτης ασεβεια και ταλαιπωρια ακουσθησεται εν αυτη επι προσωπον αυτης δια παντος πονω και μαστιγι

6:8 παιδευθηση ιερουσαλημ μη αποστη η ψυχη μου απο σου μη ποιησω σε αβατον γην ητις ου κατοικηθησεται

6:9 οτι ταδε λεγει κυριος καλαμασθε καλαμασθε ως αμπελον τα καταλοιπα του ισραηλ επιστρεψατε ως ο τρυγων επι τον καρταλλον αυτου

6:10 προς τινα λαλησω και διαμαρτυρωμαι και ακουσεται ιδου απεριτμητα τα ωτα αυτων και ου δυνανται ακουειν ιδου το ρημα κυριου εγενετο αυτοις εις ονειδισμον ου μη βουληθωσιν αυτο ακουσαι

6:11 και τον θυμον μου επλησα και επεσχον και ου συνετελεσα αυτους εκχεω επι νηπια εξωθεν και επι συναγωγην νεανισκων αμα οτι ανηρ και γυνη συλλημφθησονται πρεσβυτερος μετα πληρους ημερων

6:12 και μεταστραφησονται αι οικιαι αυτων εις ετερους αγροι και αι γυναικες αυτων επι το αυτο οτι εκτενω την χειρα μου επι τους κατοικουντας την γην ταυτην λεγει κυριος

6:13 οτι απο μικρου αυτων και εως μεγαλου παντες συνετελεσαντο ανομα απο ιερεως και εως ψευδοπροφητου παντες εποιησαν ψευδη

6:14 και ιωντο το συντριμμα του λαου μου εξουθενουντες και λεγοντες ειρηνη ειρηνη και που εστιν ειρηνη

6:15 κατησχυνθησαν οτι εξελιποσαν και ουδ' ως καταισχυνομενοι κατησχυνθησαν και την ατιμιαν αυτων ουκ εγνωσαν δια τουτο πεσουνται εν τη πτωσει αυτων και εν καιρω επισκοπης αυτων απολουνται ειπεν κυριος

6:16 ταδε λεγει κυριος στητε επι ταις οδοις και ιδετε και ερωτησατε τριβους κυριου αιωνιους και ιδετε ποια εστιν η οδος η αγαθη και βαδιζετε εν αυτη και ευρησετε αγνισμον ταις ψυχαις υμων και ειπαν ου πορευσομεθα

6:17 κατεστακα εφ' υμας σκοπους ακουσατε της φωνης της σαλπιγγος και ειπαν ουκ ακουσομεθα

6:18 δια τουτο ηκουσαν τα εθνη και οι ποιμαινοντες τα ποιμνια αυτων

6:19 ακουε γη ιδου εγω επαγω επι τον λαον τουτον κακα τον καρπον αποστροφης αυτων οτι των λογων μου ου προσεσχον και τον νομον μου απωσαντο

6:20 ινα τι μοι λιβανον εκ σαβα φερετε και κινναμωμον εκ γης μακροθεν τα ολοκαυτωματα υμων ουκ εισιν δεκτα και αι θυσιαι υμων ουχ ηδυναν μοι

6:21 δια τουτο ταδε λεγει κυριος ιδου εγω διδωμι επι τον λαον τουτον ασθενειαν και ασθενησουσιν εν αυτη πατερες και υιοι αμα γειτων και ο πλησιον αυτου απολουνται

6:22 ταδε λεγει κυριος ιδου λαος ερχεται απο βορρα και εθνη εξεγερθησεται απ' εσχατου της γης

6:23 τοξον και ζιβυνην κρατησουσιν ιταμος εστιν και ουκ ελεησει φωνη αυτου ως θαλασσα κυμαινουσα εφ' ιπποις και αρμασιν παραταξεται ως πυρ εις πολεμον προς σε θυγατερ σιων

6:24 ηκουσαμεν την ακοην αυτων παρελυθησαν αι χειρες ημων θλιψις κατεσχεν ημας ωδινες ως τικτουσης

6:25 μη εκπορευεσθε εις αγρον και εν ταις οδοις μη βαδιζετε οτι ρομφαια των εχθρων παροικει κυκλοθεν

6:26 θυγατερ λαου μου περιζωσαι σακκον καταπασαι εν σποδω πενθος αγαπητου ποιησαι σεαυτη κοπετον οικτρον οτι εξαιφνης ηξει ταλαιπωρια εφ' υμας

6:27 δοκιμαστην δεδωκα σε εν λαοις δεδοκιμασμενοις και γνωση με εν τω δοκιμασαι με την οδον αυτων

6:28 παντες ανηκοοι πορευομενοι σκολιως χαλκος και σιδηρος παντες διεφθαρμενοι εισιν

6:29 εξελιπεν φυσητηρ απο πυρος εξελιπεν μολιβος εις κενον αργυροκοπος αργυροκοπει πονηρια αυτων ουκ ετακη

6:30 αργυριον αποδεδοκιμασμενον καλεσατε αυτους οτι απεδοκιμασεν αυτους κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase