HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

14:1 και εγενετο λογος κυριου προς ιερεμιαν περι της αβροχιας

14:2 επενθησεν η ιουδαια και αι πυλαι αυτης εκενωθησαν και εσκοτωθησαν επι της γης και η κραυγη της ιερουσαλημ ανεβη

14:3 και οι μεγιστανες αυτης απεστειλαν τους νεωτερους αυτων εφ' υδωρ ηλθοσαν επι τα φρεατα και ουχ ευροσαν υδωρ και απεστρεψαν τα αγγεια αυτων κενα

14:4 και τα εργα της γης εξελιπεν οτι ουκ ην υετος ησχυνθησαν γεωργοι επεκαλυψαν την κεφαλην αυτων

14:5 και ελαφοι εν αγρω ετεκον και εγκατελιπον οτι ουκ ην βοτανη

14:6 ονοι αγριοι εστησαν επι ναπας ειλκυσαν ανεμον εξελιπον οι οφθαλμοι αυτων οτι ουκ ην χορτος απο λαου αδικιας

14:7 ει αι αμαρτιαι ημων αντεστησαν ημιν κυριε ποιησον ημιν ενεκεν σου οτι πολλαι αι αμαρτιαι ημων εναντιον σου οτι σοι ημαρτομεν

14:8 υπομονη ισραηλ κυριε και σωζεις εν καιρω κακων ινα τι εγενηθης ωσει παροικος επι της γης και ως αυτοχθων εκκλινων εις καταλυμα

14:9 μη εση ωσπερ ανθρωπος υπνων η ως ανηρ ου δυναμενος σωζειν και συ εν ημιν ει κυριε και το ονομα σου επικεκληται εφ' ημας μη επιλαθη ημων

14:10 ουτως λεγει κυριος τω λαω τουτω ηγαπησαν κινειν ποδας αυτων και ουκ εφεισαντο και ο θεος ουκ ευδοκησεν εν αυτοις νυν μνησθησεται των αδικιων αυτων

14:11 και ειπεν κυριος προς με μη προσευχου περι του λαου τουτου εις αγαθα

14:12 οτι εαν νηστευσωσιν ουκ εισακουσομαι της δεησεως αυτων και εαν προσενεγκωσιν ολοκαυτωματα και θυσιας ουκ ευδοκησω εν αυτοις οτι εν μαχαιρα και εν λιμω και εν θανατω εγω συντελεσω αυτους

14:13 και ειπα ω κυριε ιδου οι προφηται αυτων προφητευουσιν και λεγουσιν ουκ οψεσθε μαχαιραν ουδε λιμος εσται εν υμιν οτι αληθειαν και ειρηνην δωσω επι της γης και εν τω τοπω τουτω

14:14 και ειπεν κυριος προς με ψευδη οι προφηται προφητευουσιν επι τω ονοματι μου ουκ απεστειλα αυτους και ουκ ενετειλαμην αυτοις και ουκ ελαλησα προς αυτους οτι ορασεις ψευδεις και μαντειας και οιωνισματα και προαιρεσεις καρδιας αυτων αυτοι προφητευουσιν υμιν

14:15 δια τουτο ταδε λεγει κυριος περι των προφητων των προφητευοντων επι τω ονοματι μου ψευδη και εγω ουκ απεστειλα αυτους οι λεγουσιν μαχαιρα και λιμος ουκ εσται επι της γης ταυτης εν θανατω νοσερω αποθανουνται και εν λιμω συντελεσθησονται οι προφηται

14:16 και ο λαος οις αυτοι προφητευουσιν αυτοις και εσονται ερριμμενοι εν ταις διοδοις ιερουσαλημ απο προσωπου μαχαιρας και του λιμου και ουκ εσται ο θαπτων αυτους και αι γυναικες αυτων και οι υιοι αυτων και αι θυγατερες αυτων και εκχεω επ' αυτους τα κακα αυτων

14:17 και ερεις προς αυτους τον λογον τουτον καταγαγετε επ' οφθαλμους υμων δακρυα ημερας και νυκτος και μη διαλιπετωσαν οτι συντριμματι συνετριβη θυγατηρ λαου μου και πληγη οδυνηρα σφοδρα

14:18 εαν εξελθω εις το πεδιον και ιδου τραυματιαι μαχαιρας και εαν εισελθω εις την πολιν και ιδου πονος λιμου οτι ιερευς και προφητης επορευθησαν εις γην ην ουκ ηδεισαν

14:19 μη αποδοκιμαζων απεδοκιμασας τον ιουδαν και απο σιων απεστη η ψυχη σου ινα τι επαισας ημας και ουκ εστιν ημιν ιασις υπεμειναμεν εις ειρηνην και ουκ ην αγαθα εις καιρον ιασεως και ιδου ταραχη

14:20 εγνωμεν κυριε αμαρτηματα ημων αδικιας πατερων ημων οτι ημαρτομεν εναντιον σου

14:21 κοπασον δια το ονομα σου μη απολεσης θρονον δοξης σου μνησθητι μη διασκεδασης την διαθηκην σου την μεθ' ημων

14:22 μη εστιν εν ειδωλοις των εθνων υετιζων και ει ο ουρανος δωσει πλησμονην αυτου ουχι συ ει αυτος και υπομενουμεν σε οτι συ εποιησας παντα ταυτα

 

Created with FREE HTMLCompiler by BibleDatabase