HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

15:1 και ειπεν κυριος προς με εαν στη μωυσης και σαμουηλ προ προσωπου μου ουκ εστιν η ψυχη μου προς αυτους εξαποστειλον τον λαον τουτον και εξελθετωσαν

15:2 και εσται εαν ειπωσιν προς σε που εξελευσομεθα και ερεις προς αυτους ταδε λεγει κυριος οσοι εις θανατον εις θανατον και οσοι εις μαχαιραν εις μαχαιραν και οσοι εις λιμον εις λιμον και οσοι εις αιχμαλωσιαν εις αιχμαλωσιαν

15:3 και εκδικησω επ' αυτους τεσσαρα ειδη λεγει κυριος την μαχαιραν εις σφαγην και τους κυνας εις διασπασμον και τα θηρια της γης και τα πετεινα του ουρανου εις βρωσιν και εις διαφθοραν

15:4 και παραδωσω αυτους εις αναγκας πασαις ταις βασιλειαις της γης δια μανασση υιον εζεκιου βασιλεα ιουδα περι παντων ων εποιησεν εν ιερουσαλημ

15:5 τις φεισεται επι σοι ιερουσαλημ και τις δειλιασει επι σοι η τις ανακαμψει εις ειρηνην σοι

15:6 συ απεστραφης με λεγει κυριος οπισω πορευση και εκτενω την χειρα μου και διαφθερω σε και ουκετι ανησω αυτους

15:7 και διασπερω αυτους εν διασπορα εν πυλαις λαου μου ητεκνωθησαν απωλεσαν τον λαον μου δια τας κακιας αυτων

15:8 επληθυνθησαν χηραι αυτων υπερ την αμμον της θαλασσης επηγαγον επι μητερα νεανισκου ταλαιπωριαν εν μεσημβρια επερριψα επ' αυτην εξαιφνης τρομον και σπουδην

15:9 εκενωθη η τικτουσα επτα απεκακησεν η ψυχη αυτης επεδυ ο ηλιος αυτη ετι μεσουσης της ημερας κατησχυνθη και ωνειδισθη τους καταλοιπους αυτων εις μαχαιραν δωσω εναντιον των εχθρων αυτων

15:10 οιμμοι εγω μητερ ως τινα με ετεκες ανδρα δικαζομενον και διακρινομενον παση τη γη ουτε ωφελησα ουτε ωφελησεν με ουδεις η ισχυς μου εξελιπεν εν τοις καταρωμενοις με

15:11 γενοιτο δεσποτα κατευθυνοντων αυτων ει μη παρεστην σοι εν καιρω των κακων αυτων και εν καιρω θλιψεως αυτων εις αγαθα προς τον εχθρον

15:12 ει γνωσθησεται σιδηρος και περιβολαιον χαλκουν

15:13 η ισχυς σου και τους θησαυρους σου εις προνομην δωσω ανταλλαγμα δια πασας τας αμαρτιας σου και εν πασι τοις οριοις σου

15:14 και καταδουλωσω σε κυκλω τοις εχθροις σου εν τη γη η ουκ ηδεις οτι πυρ εκκεκαυται εκ του θυμου μου εφ' υμας καυθησεται

15:15 κυριε μνησθητι μου και επισκεψαι με και αθωωσον με απο των καταδιωκοντων με μη εις μακροθυμιαν γνωθι ως ελαβον περι σου ονειδισμον

15:16 υπο των αθετουντων τους λογους σου συντελεσον αυτους και εσται ο λογος σου εμοι εις ευφροσυνην και χαραν καρδιας μου οτι επικεκληται το ονομα σου επ' εμοι κυριε παντοκρατωρ

15:17 ουκ εκαθισα εν συνεδριω αυτων παιζοντων αλλα ευλαβουμην απο προσωπου χειρος σου κατα μονας εκαθημην οτι πικριας ενεπλησθην

15:18 ινα τι οι λυπουντες με κατισχυουσιν μου η πληγη μου στερεα ποθεν ιαθησομαι γινομενη εγενηθη μοι ως υδωρ ψευδες ουκ εχον πιστιν

15:19 δια τουτο ταδε λεγει κυριος εαν επιστρεψης και αποκαταστησω σε και προ προσωπου μου στηση και εαν εξαγαγης τιμιον απο αναξιου ως στομα μου εση και αναστρεψουσιν αυτοι προς σε και συ ουκ αναστρεψεις προς αυτους

15:20 και δωσω σε τω λαω τουτω ως τειχος οχυρον χαλκουν και πολεμησουσιν προς σε και ου μη δυνωνται προς σε διοτι μετα σου ειμι του σωζειν σε

15:21 και εξαιρεισθαι σε εκ χειρος πονηρων και λυτρωσομαι σε εκ χειρος λοιμων

 

Created with FREE HTMLCompiler by BibleDatabase