HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

19:1 τοτε ειπεν κυριος προς με βαδισον και κτησαι βικον πεπλασμενον οστρακινον και αξεις απο των πρεσβυτερων του λαου και απο των πρεσβυτερων των ιερεων

19:2 και εξελευση εις το πολυανδριον υιων των τεκνων αυτων ο εστιν επι των προθυρων πυλης της χαρσιθ και αναγνωθι εκει παντας τους λογους ους αν λαλησω προς σε

19:3 και ερεις αυτοις ακουσατε τον λογον κυριου βασιλεις ιουδα και ανδρες ιουδα και οι κατοικουντες ιερουσαλημ και οι εισπορευομενοι εν ταις πυλαις ταυταις ταδε λεγει κυριος ο θεος ισραηλ ιδου εγω επαγω επι τον τοπον τουτον κακα ωστε παντος ακουοντος αυτα ηχησει αμφοτερα τα ωτα αυτου

19:4 ανθ' ων εγκατελιπον με και απηλλοτριωσαν τον τοπον τουτον και εθυμιασαν εν αυτω θεοις αλλοτριοις οις ουκ ηδεισαν αυτοι και οι πατερες αυτων και οι βασιλεις ιουδα επλησαν τον τοπον τουτον αιματων αθωων

19:5 και ωκοδομησαν υψηλα τη βααλ του κατακαιειν τους υιους αυτων εν πυρι α ουκ ενετειλαμην ουδε ελαλησα ουδε διενοηθην εν τη καρδια μου

19:6 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και ου κληθησεται τω τοπω τουτω ετι διαπτωσις και πολυανδριον υιου εννομ αλλ' η πολυανδριον της σφαγης

19:7 και σφαξω την βουλην ιουδα και την βουλην ιερουσαλημ εν τω τοπω τουτω και καταβαλω αυτους εν μαχαιρα εναντιον των εχθρων αυτων και εν χερσιν των ζητουντων τας ψυχας αυτων και δωσω τους νεκρους αυτων εις βρωσιν τοις πετεινοις του ουρανου και τοις θηριοις της γης

19:8 και ταξω την πολιν ταυτην εις αφανισμον και εις συριγμον πας ο παραπορευομενος επ' αυτης σκυθρωπασει και συριει υπερ πασης της πληγης αυτης

19:9 και εδονται τας σαρκας των υιων αυτων και τας σαρκας των θυγατερων αυτων και εκαστος τας σαρκας του πλησιον αυτου εδονται εν τη περιοχη και εν τη πολιορκια η πολιορκησουσιν αυτους οι εχθροι αυτων

19:10 και συντριψεις τον βικον κατ' οφθαλμους των ανδρων των εκπορευομενων μετα σου

19:11 και ερεις ταδε λεγει κυριος ουτως συντριψω τον λαον τουτον και την πολιν ταυτην καθως συντριβεται αγγος οστρακινον ο ου δυνησεται ιαθηναι ετι

19:12 ουτως ποιησω λεγει κυριος τω τοπω τουτω και τοις κατοικουσιν εν αυτω του δοθηναι την πολιν ταυτην ως την διαπιπτουσαν

19:13 και οι οικοι ιερουσαλημ και οι οικοι βασιλεων ιουδα εσονται καθως ο τοπος ο διαπιπτων των ακαθαρσιων εν πασαις ταις οικιαις εν αις εθυμιασαν επι των δωματων αυτων παση τη στρατια του ουρανου και εσπεισαν σπονδας θεοις αλλοτριοις

19:14 και ηλθεν ιερεμιας απο της διαπτωσεως ου απεστειλεν αυτον κυριος εκει του προφητευσαι και εστη εν τη αυλη οικου κυριου και ειπε προς παντα τον λαον

19:15 ταδε λεγει κυριος ιδου εγω επαγω επι την πολιν ταυτην και επι πασας τας πολεις αυτης και επι τας κωμας αυτης απαντα τα κακα α ελαλησα επ' αυτην οτι εσκληρυναν τον τραχηλον αυτων του μη εισακουειν των λογων μου

 

Created with FREE HTMLCompiler by BibleDatabase