HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

20:1 και ηκουσεν πασχωρ υιος εμμηρ ο ιερευς και ουτος ην καθεσταμενος ηγουμενος οικου κυριου του ιερεμιου προφητευοντος τους λογους τουτους

20:2 και επαταξεν αυτον και ενεβαλεν αυτον εις τον καταρρακτην ος ην εν πυλη οικου αποτεταγμενου του υπερωου ος ην εν οικω κυριου

20:3 και εξηγαγεν πασχωρ τον ιερεμιαν εκ του καταρρακτου και ειπεν αυτω ιερεμιας ουχι πασχωρ εκαλεσεν κυριος το ονομα σου αλλ' η μετοικον

20:4 διοτι ταδε λεγει κυριος ιδου εγω διδωμι σε εις μετοικιαν συν πασι τοις φιλοις σου και πεσουνται εν μαχαιρα εχθρων αυτων και οι οφθαλμοι σου οψονται και σε και παντα ιουδαν δωσω εις χειρας βασιλεως βαβυλωνος και μετοικιουσιν αυτους και κατακοψουσιν αυτους εν μαχαιραις

20:5 και δωσω την πασαν ισχυν της πολεως ταυτης και παντας τους πονους αυτης και παντας τους θησαυρους του βασιλεως ιουδα εις χειρας εχθρων αυτου και αξουσιν αυτους εις βαβυλωνα

20:6 και συ και παντες οι κατοικουντες εν τω οικω σου πορευσεσθε εν αιχμαλωσια και εν βαβυλωνι αποθανη και εκει ταφηση συ και παντες οι φιλοι σου οις επροφητευσας αυτοις ψευδη

20:7 ηπατησας με κυριε και ηπατηθην εκρατησας και ηδυνασθης εγενομην εις γελωτα πασαν ημεραν διετελεσα μυκτηριζομενος

20:8 οτι πικρω λογω μου γελασομαι αθεσιαν και ταλαιπωριαν επικαλεσομαι οτι εγενηθη λογος κυριου εις ονειδισμον εμοι και εις χλευασμον πασαν ημεραν μου

20:9 και ειπα ου μη ονομασω το ονομα κυριου και ου μη λαλησω ετι επι τω ονοματι αυτου και εγενετο ως πυρ καιομενον φλεγον εν τοις οστεοις μου και παρειμαι παντοθεν και ου δυναμαι φερειν

20:10 οτι ηκουσα ψογον πολλων συναθροιζομενων κυκλοθεν επισυστητε και επισυστωμεν αυτω παντες ανδρες φιλοι αυτου τηρησατε την επινοιαν αυτου ει απατηθησεται και δυνησομεθα αυτω και λημψομεθα την εκδικησιν ημων εξ αυτου

20:11 και κυριος μετ' εμου καθως μαχητης ισχυων δια τουτο εδιωξαν και νοησαι ουκ ηδυναντο ησχυνθησαν σφοδρα οτι ουκ ενοησαν ατιμιας αυτων αι δι' αιωνος ουκ επιλησθησονται

20:12 κυριε δοκιμαζων δικαια συνιων νεφρους και καρδιας ιδοιμι την παρα σου εκδικησιν εν αυτοις οτι προς σε απεκαλυψα τα απολογηματα μου

20:13 ασατε τω κυριω αινεσατε αυτω οτι εξειλατο ψυχην πενητος εκ χειρος πονηρευομενων

20:14 επικαταρατος η ημερα εν η ετεχθην εν αυτη η ημερα εν η ετεκεν με η μητηρ μου μη εστω επευκτη

20:15 επικαταρατος ο ανθρωπος ο ευαγγελισαμενος τω πατρι μου λεγων ετεχθη σοι αρσεν ευφραινομενος

20:16 εστω ο ανθρωπος εκεινος ως αι πολεις ας κατεστρεψεν κυριος εν θυμω και ου μετεμεληθη ακουσατω κραυγης το πρωι και αλαλαγμου μεσημβριας

20:17 οτι ουκ απεκτεινεν με εν μητρα μητρος και εγενετο μοι η μητηρ μου ταφος μου και η μητρα συλλημψεως αιωνιας

20:18 ινα τι τουτο εξηλθον εκ μητρας του βλεπειν κοπους και πονους και διετελεσαν εν αισχυνη αι ημεραι μου

 

Created with FREE HTMLCompiler by BibleDatabase