HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

26:2 τη αιγυπτω επι δυναμιν φαραω νεχαω βασιλεως αιγυπτου ος ην επι τω ποταμω ευφρατη εν χαρχαμις ον επαταξε ναβουχοδονοσορ βασιλευς βαβυλωνος εν τω ετει τω τεταρτω ιωακιμ βασιλεως ιουδα

26:3 αναλαβετε οπλα και ασπιδας και προσαγαγετε εις πολεμον

26:4 επισαξατε τους ιππους επιβητε οι ιππεις και καταστητε εν ταις περικεφαλαιαις υμων προβαλετε τα δορατα και ενδυσασθε τους θωρακας υμων

26:5 τι οτι αυτοι πτοουνται και αποχωρουσιν οπισω διοτι οι ισχυροι αυτων κοπησονται φυγη εφυγον και ουκ ανεστρεψαν περιεχομενοι κυκλοθεν λεγει κυριος

26:6 μη φευγετω ο κουφος και μη ανασωζεσθω ο ισχυρος επι βορραν τα παρα τον ευφρατην ησθενησαν πεπτωκασιν

26:7 τις ουτος ως ποταμος αναβησεται και ως ποταμοι κυμαινουσιν υδωρ

26:8 υδατα αιγυπτου ωσει ποταμος αναβησεται και ειπεν αναβησομαι και κατακαλυψω γην και απολω κατοικουντας εν αυτη

26:9 επιβητε επι τους ιππους παρασκευασατε τα αρματα εξελθατε οι μαχηται αιθιοπων και λιβυες καθωπλισμενοι οπλοις και λυδοι αναβητε εντεινατε τοξον

26:10 και η ημερα εκεινη κυριω τω θεω ημων ημερα εκδικησεως του εκδικησαι τους εχθρους αυτου και καταφαγεται η μαχαιρα κυριου και εμπλησθησεται και μεθυσθησεται απο του αιματος αυτων οτι θυσια τω κυριω σαβαωθ απο γης βορρα επι ποταμω ευφρατη

26:11 αναβηθι γαλααδ και λαβε ρητινην τη παρθενω θυγατρι αιγυπτου εις κενον επληθυνας ιαματα σου ωφελεια ουκ εστιν σοι

26:12 ηκουσαν εθνη φωνην σου και της κραυγης σου επλησθη η γη οτι μαχητης προς μαχητην ησθενησεν επι το αυτο επεσαν αμφοτεροι

26:13 α ελαλησεν κυριος εν χειρι ιερεμιου του ελθειν ναβουχοδονοσορ τον βασιλεα βαβυλωνος του κοψαι την γην αιγυπτου

26:14 αναγγειλατε εις μαγδωλον και παραγγειλατε εις μεμφιν ειπατε επιστηθι και ετοιμασον οτι κατεφαγεν μαχαιρα την σμιλακα σου

26:15 δια τι εφυγεν ο απις ο μοσχος ο εκλεκτος σου ουκ εμεινεν οτι κυριος παρελυσεν αυτον

26:16 και το πληθος σου ησθενησεν και επεσεν και εκαστος προς τον πλησιον αυτου ελαλει αναστωμεν και αναστρεψωμεν προς τον λαον ημων εις την πατριδα ημων απο προσωπου μαχαιρας ελληνικης

26:17 καλεσατε το ονομα φαραω νεχαω βασιλεως αιγυπτου σαων-εσβι-εμωηδ

26:18 ζω εγω λεγει κυριος ο θεος οτι ως το ιταβυριον εν τοις ορεσιν και ως ο καρμηλος εν τη θαλασση ηξει

26:19 σκευη αποικισμου ποιησον σεαυτη κατοικουσα θυγατερ αιγυπτου οτι μεμφις εις αφανισμον εσται και κληθησεται ουαι δια το μη υπαρχειν κατοικουντας εν αυτη

26:20 δαμαλις κεκαλλωπισμενη αιγυπτος αποσπασμα απο βορρα ηλθεν επ' αυτην

26:21 και οι μισθωτοι αυτης εν αυτη ωσπερ μοσχοι σιτευτοι τρεφομενοι εν αυτη διοτι και αυτοι απεστραφησαν και εφυγον ομοθυμαδον ουκ εστησαν οτι ημερα απωλειας ηλθεν επ' αυτους και καιρος εκδικησεως αυτων

26:22 φωνη ως οφεως συριζοντος οτι εν αμμω πορευσονται εν αξιναις ηξουσιν επ' αυτην ως κοπτοντες ξυλα

26:23 εκκοψουσιν τον δρυμον αυτης λεγει κυριος ο θεος οτι ου μη εικασθη οτι πληθυνει υπερ ακριδα και ουκ εστιν αυτοις αριθμος

26:24 κατησχυνθη θυγατηρ αιγυπτου παρεδοθη εις χειρας λαου απο βορρα

26:25 ιδου εγω εκδικω τον αμων τον υιον αυτης επι φαραω και επι τους πεποιθοτας επ' αυτω

26:27 συ δε μη φοβηθης δουλος μου ιακωβ μηδε πτοηθης ισραηλ διοτι ιδου εγω σωζων σε μακροθεν και το σπερμα σου εκ της αιχμαλωσιας αυτων και αναστρεψει ιακωβ και ησυχασει και υπνωσει και ουκ εσται ο παρενοχλων αυτον

26:28 μη φοβου παις μου ιακωβ λεγει κυριος οτι μετα σου εγω ειμι οτι ποιησω συντελειαν εν παντι εθνει εις ους εξωσα σε εκει σε δε ου μη ποιησω εκλιπειν και παιδευσω σε εις κριμα και αθωον ουκ αθωωσω σε

 

Created with FREE HTMLCompiler by BibleDatabase