HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 27

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

27:1 λογος κυριου ον ελαλησεν επι βαβυλωνα

27:2 αναγγειλατε εν τοις εθνεσιν και ακουστα ποιησατε και μη κρυψητε ειπατε εαλωκεν βαβυλων κατησχυνθη βηλος η απτοητος η τρυφερα παρεδοθη μαρωδαχ

27:3 οτι ανεβη επ' αυτην εθνος απο βορρα ουτος θησει την γην αυτης εις αφανισμον και ουκ εσται ο κατοικων εν αυτη απο ανθρωπου και εως κτηνους

27:4 εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω ηξουσιν οι υιοι ισραηλ αυτοι και οι υιοι ιουδα επι το αυτο βαδιζοντες και κλαιοντες πορευσονται τον κυριον θεον αυτων ζητουντες

27:5 εως σιων ερωτησουσιν την οδον ωδε γαρ το προσωπον αυτων δωσουσιν και ηξουσιν και καταφευξονται προς κυριον τον θεον διαθηκη γαρ αιωνιος ουκ επιλησθησεται

27:6 προβατα απολωλοτα εγενηθη ο λαος μου οι ποιμενες αυτων εξωσαν αυτους επι τα ορη απεπλανησαν αυτους εξ ορους επι βουνον ωχοντο επελαθοντο κοιτης αυτων

27:7 παντες οι ευρισκοντες αυτους καταναλισκον αυτους οι εχθροι αυτων ειπαν μη ανωμεν αυτους ανθ' ων ημαρτον τω κυριω νομη δικαιοσυνης τω συναγαγοντι τους πατερας αυτων

27:8 απαλλοτριωθητε εκ μεσου βαβυλωνος και απο γης χαλδαιων και εξελθατε και γενεσθε ωσπερ δρακοντες κατα προσωπον προβατων

27:9 οτι ιδου εγω εγειρω επι βαβυλωνα συναγωγας εθνων εκ γης βορρα και παραταξονται αυτη εκειθεν αλωσεται ως βολις μαχητου συνετου ουκ επιστρεψει κενη

27:10 και εσται η χαλδαια εις προνομην παντες οι προνομευοντες αυτην εμπλησθησονται

27:11 οτι ηυφραινεσθε και κατεκαυχασθε διαρπαζοντες την κληρονομιαν μου διοτι εσκιρτατε ως βοιδια εν βοτανη και εκερατιζετε ως ταυροι

27:12 ησχυνθη η μητηρ υμων σφοδρα μητηρ επ' αγαθα εσχατη εθνων ερημος

27:13 απο οργης κυριου ου κατοικηθησεται και εσται εις αφανισμον πασα και πας ο διοδευων δια βαβυλωνος σκυθρωπασει και συριουσιν επι πασαν την πληγην αυτης

27:14 παραταξασθε επι βαβυλωνα κυκλω παντες τεινοντες τοξον τοξευσατε επ' αυτην μη φεισησθε επι τοις τοξευμασιν υμων

27:15 κατακροτησατε επ' αυτην παρελυθησαν αι χειρες αυτης επεσαν αι επαλξεις αυτης και κατεσκαφη το τειχος αυτης οτι εκδικησις παρα θεου εστιν εκδικειτε επ' αυτην καθως εποιησεν ποιησατε αυτη

27:16 εξολεθρευσατε σπερμα εκ βαβυλωνος κατεχοντα δρεπανον εν καιρω θερισμου απο προσωπου μαχαιρας ελληνικης εκαστος εις τον λαον αυτου αποστρεψουσιν και εκαστος εις την γην αυτου φευξεται

27:17 προβατον πλανωμενον ισραηλ λεοντες εξωσαν αυτον ο πρωτος εφαγεν αυτον βασιλευς ασσουρ και ουτος υστερον τα οστα αυτου βασιλευς βαβυλωνος

27:18 δια τουτο ταδε λεγει κυριος ιδου εγω εκδικω επι τον βασιλεα βαβυλωνος και επι την γην αυτου καθως εξεδικησα επι τον βασιλεα ασσουρ

27:19 και αποκαταστησω τον ισραηλ εις την νομην αυτου και νεμησεται εν τω καρμηλω και εν ορει εφραιμ και εν τω γαλααδ και πλησθησεται η ψυχη αυτου

27:20 εν ταις ημεραις εκειναις και εν τω καιρω εκεινω ζητησουσιν την αδικιαν ισραηλ και ουχ υπαρξει και τας αμαρτιας ιουδα και ου μη ευρεθωσιν οτι ιλεως εσομαι τοις υπολελειμμενοις επι της γης λεγει κυριος

27:21 πικρως επιβηθι επ' αυτην και επι τους κατοικουντας επ' αυτην εκδικησον μαχαιρα και αφανισον λεγει κυριος και ποιει κατα παντα οσα εντελλομαι σοι

27:22 φωνη πολεμου και συντριβη μεγαλη εν γη χαλδαιων

27:23 πως συνεκλασθη και συνετριβη η σφυρα πασης της γης πως εγενηθη εις αφανισμον βαβυλων εν εθνεσιν

27:24 επιθησονται σοι και αλωση ω βαβυλων και ου γνωση ευρεθης και ελημφθης οτι τω κυριω αντεστης

27:25 ηνοιξεν κυριος τον θησαυρον αυτου και εξηνεγκεν τα σκευη οργης αυτου οτι εργον τω κυριω θεω εν γη χαλδαιων

27:26 οτι εληλυθασιν οι καιροι αυτης ανοιξατε τας αποθηκας αυτης ερευνησατε αυτην ως σπηλαιον και εξολεθρευσατε αυτην μη γενεσθω αυτης καταλειμμα

27:27 αναξηρανατε αυτης παντας τους καρπους και καταβητωσαν εις σφαγην ουαι αυτοις οτι ηκει η ημερα αυτων και καιρος εκδικησεως αυτων

27:28 φωνη φευγοντων και ανασωζομενων εκ γης βαβυλωνος του αναγγειλαι εις σιων την εκδικησιν παρα κυριου θεου ημων

27:29 παραγγειλατε επι βαβυλωνα πολλοις παντι εντεινοντι τοξον παρεμβαλετε επ' αυτην κυκλοθεν μη εστω αυτης ανασωζομενος ανταποδοτε αυτη κατα τα εργα αυτης κατα παντα οσα εποιησεν ποιησατε αυτη οτι προς τον κυριον αντεστη θεον αγιον του ισραηλ

27:30 δια τουτο πεσουνται οι νεανισκοι αυτης εν ταις πλατειαις αυτης και παντες οι ανδρες οι πολεμισται αυτης ριφησονται ειπεν κυριος

27:31 ιδου εγω επι σε την υβριστριαν λεγει κυριος οτι ηκει η ημερα σου και ο καιρος εκδικησεως σου

27:32 και ασθενησει η υβρις σου και πεσειται και ουκ εσται ο ανιστων αυτην και αναψω πυρ εν τω δρυμω αυτης και καταφαγεται παντα τα κυκλω αυτης

27:33 ταδε λεγει κυριος καταδεδυναστευνται οι υιοι ισραηλ και οι υιοι ιουδα αμα παντες οι αιχμαλωτευσαντες αυτους κατεδυναστευσαν αυτους οτι ουκ ηθελησαν εξαποστειλαι αυτους

27:34 και ο λυτρουμενος αυτους ισχυρος κυριος παντοκρατωρ ονομα αυτω κρισιν κρινει προς τους αντιδικους αυτου οπως εξαρη την γην και παροξυνει τοις κατοικουσι βαβυλωνα

27:35 μαχαιραν επι τους χαλδαιους και επι τους κατοικουντας βαβυλωνα και επι τους μεγιστανας αυτης και επι τους συνετους αυτης

27:36 μαχαιραν επι τους μαχητας αυτης και παραλυθησονται

27:37 μαχαιραν επι τους ιππους αυτων και επι τα αρματα αυτων μαχαιραν επι τους μαχητας αυτων και επι τον συμμικτον τον εν μεσω αυτης και εσονται ωσει γυναικες μαχαιραν επι τους θησαυρους αυτης και διασκορπισθησονται

27:38 επι τω υδατι αυτης επεποιθει και καταισχυνθησονται οτι γη των γλυπτων εστιν και εν ταις νησοις ου κατεκαυχωντο

27:39 δια τουτο κατοικησουσιν ινδαλματα εν ταις νησοις και κατοικησουσιν εν αυτη θυγατερες σειρηνων ου μη κατοικηθη ουκετι εις τον αιωνα

27:40 καθως κατεστρεψεν ο θεος σοδομα και γομορρα και τας ομορουσας αυταις ειπεν κυριος ου μη κατοικηση εκει ανθρωπος και ου μη παροικηση εκει υιος ανθρωπου

27:41 ιδου λαος ερχεται απο βορρα και εθνος μεγα και βασιλεις πολλοι εξεγερθησονται απ' εσχατου της γης

27:42 τοξον και εγχειριδιον εχοντες ιταμος εστιν και ου μη ελεηση φωνη αυτων ως θαλασσα ηχησει εφ' ιπποις ιππασονται παρεσκευασμενοι ωσπερ πυρ εις πολεμον προς σε θυγατερ βαβυλωνος

27:43 ηκουσεν βασιλευς βαβυλωνος την ακοην αυτων και παρελυθησαν αι χειρες αυτου θλιψις κατεκρατησεν αυτου ωδινες ως τικτουσης

27:44 ιδου ωσπερ λεων αναβησεται απο του ιορδανου εις τοπον αιθαμ οτι ταχεως εκδιωξω αυτους απ' αυτης και παντα νεανισκον επ' αυτην επιστησω οτι τις ωσπερ εγω και τις αντιστησεται μοι και τις ουτος ποιμην ος στησεται κατα προσωπον μου

27:45 δια τουτο ακουσατε την βουλην κυριου ην βεβουλευται επι βαβυλωνα και λογισμους αυτου ους ελογισατο επι τους κατοικουντας χαλδαιους εαν μη διαφθαρη τα αρνια των προβατων αυτων εαν μη αφανισθη νομη απ' αυτων

27:46 οτι απο φωνης αλωσεως βαβυλωνος σεισθησεται η γη και κραυγη εν εθνεσιν ακουσθησεται .

 

Created with FREE HTMLCompiler by BibleDatabase