HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 28

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

28:1 ταδε λεγει κυριος ιδου εγω εξεγειρω επι βαβυλωνα και επι τους κατοικουντας χαλδαιους ανεμον καυσωνα διαφθειροντα

28:2 και εξαποστελω εις βαβυλωνα υβριστας και καθυβρισουσιν αυτην και λυμανουνται την γην αυτης ουαι επι βαβυλωνα κυκλοθεν εν ημερα κακωσεως αυτης

28:3 επ' αυτην τεινετω ο τεινων το τοξον αυτου και περιθεσθω ω εστιν οπλα αυτω και μη φεισησθε επι νεανισκους αυτης και αφανισατε πασαν την δυναμιν αυτης

28:4 και πεσουνται τραυματιαι εν γη χαλδαιων και κατακεκεντημενοι εξωθεν αυτης

28:5 διοτι ουκ εχηρευσεν ισραηλ και ιουδας απο θεου αυτων απο κυριου παντοκρατορος οτι η γη αυτων επλησθη αδικιας απο των αγιων ισραηλ

28:6 φευγετε εκ μεσου βαβυλωνος και ανασωζετε εκαστος την ψυχην αυτου και μη απορριφητε εν τη αδικια αυτης οτι καιρος εκδικησεως αυτης εστιν παρα κυριου ανταποδομα αυτος ανταποδιδωσιν αυτη

28:7 ποτηριον χρυσουν βαβυλων εν χειρι κυριου μεθυσκον πασαν την γην απο του οινου αυτης επιοσαν εθνη δια τουτο εσαλευθησαν

28:8 και αφνω επεσεν βαβυλων και συνετριβη θρηνειτε αυτην λαβετε ρητινην τη διαφθορα αυτης ει πως ιαθησεται

28:9 ιατρευσαμεν την βαβυλωνα και ουκ ιαθη εγκαταλιπωμεν αυτην και απελθωμεν εκαστος εις την γην αυτου οτι ηγγισεν εις ουρανον το κριμα αυτης εξηρεν εως των αστρων

28:10 εξηνεγκεν κυριος το κριμα αυτου δευτε και αναγγειλωμεν εις σιων τα εργα κυριου θεου ημων

28:11 παρασκευαζετε τα τοξευματα πληρουτε τας φαρετρας ηγειρεν κυριος το πνευμα βασιλεως μηδων οτι εις βαβυλωνα η οργη αυτου του εξολεθρευσαι αυτην οτι εκδικησις κυριου εστιν εκδικησις λαου αυτου εστιν

28:12 επι τειχεων βαβυλωνος αρατε σημειον επιστησατε φαρετρας εγειρατε φυλακας ετοιμασατε οπλα οτι ενεχειρησεν και ποιησει κυριος α ελαλησεν επι τους κατοικουντας βαβυλωνα

28:13 κατασκηνουντας εφ' υδασι πολλοις και επι πληθει θησαυρων αυτης ηκει το περας σου αληθως εις τα σπλαγχα σου

28:14 οτι ωμοσεν κυριος κατα του βραχιονος αυτου διοτι πληρωσω σε ανθρωπων ωσει ακριδων και φθεγξονται επι σε οι καταβαινοντες

28:15 ποιων γην εν τη ισχυι αυτου ετοιμαζων οικουμενην εν τη σοφια αυτου εν τη συνεσει αυτου εξετεινεν τον ουρανον

28:16 εις φωνην εθετο ηχος υδατος εν τω ουρανω και ανηγαγεν νεφελας απ' εσχατου της γης αστραπας εις υετον εποιησεν και εξηγαγεν φως εκ θησαυρων αυτου

28:17 εμωρανθη πας ανθρωπος απο γνωσεως κατησχυνθη πας χρυσοχοος απο των γλυπτων αυτου οτι ψευδη εχωνευσαν ουκ εστιν πνευμα εν αυτοις

28:18 ματαια εστιν εργα μεμωκημενα εν καιρω επισκεψεως αυτων απολουνται

28:19 ου τοιαυτη μερις τω ιακωβ οτι ο πλασας τα παντα αυτος εστιν κληρονομια αυτου κυριος ονομα αυτω

28:20 διασκορπιζεις συ μοι σκευη πολεμου και διασκορπιω εν σοι εθνη και εξαρω εκ σου βασιλεις

28:21 και διασκορπιω εν σοι ιππον και αναβατην αυτου και διασκορπιω εν σοι αρματα και αναβατας αυτων

28:22 και διασκορπιω εν σοι νεανισκον και παρθενον και διασκορπιω εν σοι ανδρα και γυναικα

28:23 και διασκορπιω εν σοι ποιμενα και το ποιμνιον αυτου και διασκορπιω εν σοι γεωργον και το γεωργιον αυτου και διασκορπιω εν σοι ηγεμονας και στρατηγους σου

28:24 και ανταποδωσω τη βαβυλωνι και πασι τοις κατοικουσι χαλδαιοις πασας τας κακιας αυτων ας εποιησαν επι σιων κατ' οφθαλμους υμων λεγει κυριος

28:25 ιδου εγω προς σε το ορος το διεφθαρμενον το διαφθειρον πασαν την γην και εκτενω την χειρα μου επι σε και κατακυλιω σε απο των πετρων και δωσω σε ως ορος εμπεπυρισμενον

28:26 και ου μη λαβωσιν απο σου λιθον εις γωνιαν και λιθον εις θεμελιον οτι εις αφανισμον εις τον αιωνα εση λεγει κυριος

28:27 αρατε σημειον επι της γης σαλπισατε εν εθνεσιν σαλπιγγι αγιασατε επ' αυτην εθνη παραγγειλατε επ' αυτην βασιλειαις αραρατ παρ' εμου και τοις ασχαναζαιοις επιστησατε επ' αυτην βελοστασεις αναβιβασατε επ' αυτην ιππον ως ακριδων πληθος

28:28 αγιασατε επ' αυτην εθνη τον βασιλεα των μηδων και πασης της γης τους ηγουμενους αυτου και παντας τους στρατηγους αυτου

28:29 εσεισθη η γη και επονεσεν διοτι εξανεστη επι βαβυλωνα λογισμος κυριου του θειναι την γην βαβυλωνος εις αφανισμον και μη κατοικεισθαι αυτην

28:30 εξελιπεν μαχητης βαβυλωνος του πολεμειν καθησονται εκει εν περιοχη εθραυσθη η δυναστεια αυτων εγενηθησαν ωσει γυναικες ενεπυρισθη τα σκηνωματα αυτης συνετριβησαν οι μοχλοι αυτης

28:31 διωκων εις απαντησιν διωκοντος διωξεται και αναγγελλων εις απαντησιν αναγγελλοντος του αναγγειλαι τω βασιλει βαβυλωνος οτι εαλωκεν η πολις αυτου

28:32 απ' εσχατου των διαβασεων αυτου ελημφθησαν και τα συστεματα αυτων ενεπρησαν εν πυρι και ανδρες αυτου οι πολεμισται εξερχονται

28:33 διοτι ταδε λεγει κυριος οικοι βασιλεως βαβυλωνος ως αλων ωριμος αλοηθησονται ετι μικρον και ηξει ο αμητος αυτης

28:34 κατεφαγεν με εμερισατο με κατελαβεν με σκευος λεπτον ναβουχοδονοσορ βασιλευς βαβυλωνος κατεπιεν με ως δρακων επλησεν την κοιλιαν αυτου απο της τρυφης μου εξωσεν με

28:35 οι μοχθοι μου και αι ταλαιπωριαι μου εις βαβυλωνα ερει κατοικουσα σιων και το αιμα μου επι τους κατοικουντας χαλδαιους ερει ιερουσαλημ

28:36 δια τουτο ταδε λεγει κυριος ιδου εγω κρινω την αντιδικον σου και εκδικησω την εκδικησιν σου και ερημωσω την θαλασσαν αυτης και ξηρανω την πηγην αυτης

28:37 και εσται βαβυλων εις αφανισμον και ου κατοικηθησεται

28:38 αμα ως λεοντες εξηγερθησαν και ως σκυμνοι λεοντων

28:39 εν τη θερμασια αυτων δωσω ποτημα αυτοις και μεθυσω αυτους οπως καρωθωσιν και υπνωσωσιν υπνον αιωνιον και ου μη εγερθωσι λεγει κυριος

28:40 καταβιβασω αυτους ως αρνας εις σφαγην και ως κριους μετ' εριφων

28:41 πως εαλω και εθηρευθη το καυχημα πασης της γης πως εγενετο βαβυλων εις αφανισμον εν τοις εθνεσιν

28:42 ανεβη επι βαβυλωνα η θαλασσα εν ηχω κυματων αυτης και κατεκαλυφθη

28:43 εγενηθησαν αι πολεις αυτης γη ανυδρος και αβατος ου κατοικησει εν αυτη ουδε εις ουδε μη καταλυση εν αυτη υιος ανθρωπου

28:44 και εκδικησω επι βαβυλωνα και εξοισω α κατεπιεν εκ του στοματος αυτης και ου μη συναχθωσιν προς αυτην ετι τα εθνη

28:49 και εν βαβυλωνι πεσουνται τραυματιαι πασης της γης

28:50 ανασωζομενοι εκ γης πορευεσθε και μη ιστασθε οι μακροθεν μνησθητε του κυριου και ιερουσαλημ αναβητω επι την καρδιαν υμων

28:51 ησχυνθημεν οτι ηκουσαμεν ονειδισμον ημων κατεκαλυψεν ατιμια το προσωπον ημων εισηλθον αλλογενεις εις τα αγια ημων εις οικον κυριου

28:52 δια τουτο ιδου ημεραι ερχονται λεγει κυριος και εκδικησω επι τα γλυπτα αυτης και εν παση τη γη αυτης πεσουνται τραυματιαι

28:53 οτι εαν αναβη βαβυλων ως ο ουρανος και οτι εαν οχυρωση υψος ισχυος αυτης παρ' εμου ηξουσιν εξολεθρευοντες αυτην λεγει κυριος

28:54 φωνη κραυγης εν βαβυλωνι και συντριβη μεγαλη εν γη χαλδαιων

28:55 οτι εξωλεθρευσεν κυριος την βαβυλωνα και απωλεσεν απ' αυτης φωνην μεγαλην ηχουσαν ως υδατα πολλα εδωκεν εις ολεθρον φωνην αυτης

28:56 οτι ηλθεν επι βαβυλωνα ταλαιπωρια εαλωσαν οι μαχηται αυτης επτοηται το τοξον αυτων οτι θεος ανταποδιδωσιν αυτοις κυριος ανταποδιδωσιν αυτη την ανταποδοσιν

28:57 και μεθυσει μεθη τους ηγεμονας αυτης και τους σοφους αυτης και τους στρατηγους αυτης λεγει ο βασιλευς κυριος παντοκρατωρ ονομα αυτω

28:58 ταδε λεγει κυριος τειχος βαβυλωνος επλατυνθη κατασκαπτομενον κατασκαφησεται και αι πυλαι αυτης αι υψηλαι εμπυρισθησονται και ου κοπιασουσιν λαοι εις κενον και εθνη εν αρχη εκλειψουσιν

28:59 ο λογος ον ενετειλατο κυριος ιερεμια τω προφητη ειπειν τω σαραια υιω νηριου υιου μαασαιου οτε επορευετο παρα σεδεκιου βασιλεως ιουδα εις βαβυλωνα εν τω ετει τω τεταρτω της βασιλειας αυτου και σαραιας αρχων δωρων

28:60 και εγραψεν ιερεμιας παντα τα κακα α ηξει επι βαβυλωνα εν βιβλιω ενι παντας τους λογους τουτους τους γεγραμμενους επι βαβυλωνα

28:61 και ειπεν ιερεμιας προς σαραιαν οταν ελθης εις βαβυλωνα και οψη και αναγνωση παντας τους λογους τουτους

28:62 και ερεις κυριε κυριε συ ελαλησας επι τον τοπον τουτον του εξολεθρευσαι αυτον και του μη ειναι εν αυτω κατοικουντας απο ανθρωπου εως κτηνους οτι αφανισμος εις τον αιωνα εσται

28:63 και εσται οταν παυση του αναγινωσκειν το βιβλιον τουτο και επιδησεις επ' αυτο λιθον και ριψεις αυτο εις μεσον του ευφρατου

28:64 και ερεις ουτως καταδυσεται βαβυλων και ου μη αναστη απο προσωπου των κακων ων εγω επαγω επ' αυτην

 

Created with FREE HTMLCompiler by BibleDatabase