HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 30

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

30:1 τη ιδουμαια ταδε λεγει κυριος ουκ εστιν ετι σοφια εν θαιμαν απωλετο βουλη εκ συνετων ωχετο σοφια αυτων

30:2 ηπατηθη ο τοπος αυτων βαθυνατε εις καθισιν οι κατοικουντες εν δαιδαν οτι δυσκολα εποιησεν ηγαγον επ' αυτον εν χρονω ω επεσκεψαμην επ' αυτον

30:3 οτι τρυγηται ηλθον σοι ου καταλειψουσιν σοι καταλειμματα ως κλεπται εν νυκτι επιθησουσιν χειρα αυτων

30:4 οτι εγω κατεσυρα τον ησαυ ανεκαλυψα τα κρυπτα αυτων κρυβηναι ου μη δυνωνται ωλοντο δια χειρα αδελφου αυτου και γειτονος αυτου και ουκ εστιν

30:5 υπολειπεσθαι ορφανον σου ινα ζησηται και εγω ζησομαι και χηραι επ' εμε πεποιθασιν

30:6 οτι ταδε ειπεν κυριος οις ουκ ην νομος πιειν το ποτηριον επιον και συ αθωωμενη ου μη αθωωθης οτι πινων πιεσαι

30:7 οτι κατ' εμαυτου ωμοσα λεγει κυριος οτι εις αβατον και εις ονειδισμον και εις καταρασιν εση εν μεσω αυτης και πασαι αι πολεις αυτης εσονται ερημοι εις αιωνα

30:8 ακοην ηκουσα παρα κυριου και αγγελους εις εθνη απεστειλεν συναχθητε και παραγενεσθε εις αυτην αναστητε εις πολεμον

30:9 μικρον εδωκα σε εν εθνεσιν ευκαταφρονητον εν ανθρωποις

30:10 η παιγνια σου ενεχειρησεν σοι ιταμια καρδιας σου κατελυσεν τρυμαλιας πετρων συνελαβεν ισχυν βουνου υψηλου οτι υψωσεν ωσπερ αετος νοσσιαν αυτου εκειθεν καθελω σε

30:11 και εσται η ιδουμαια εις αβατον πας ο παραπορευομενος επ' αυτην συριει

30:12 ωσπερ κατεστραφη σοδομα και γομορρα και αι παροικοι αυτης ειπεν κυριος παντοκρατωρ ου μη καθιση εκει ανθρωπος και ου μη ενοικηση εκει υιος ανθρωπου

30:13 ιδου ωσπερ λεων αναβησεται εκ μεσου του ιορδανου εις τοπον αιθαμ οτι ταχυ εκδιωξω αυτους απ' αυτης και τους νεανισκους επ' αυτην επιστησατε οτι τις ωσπερ εγω και τις αντιστησεται μοι και τις ουτος ποιμην ος στησεται κατα προσωπον μου

30:14 δια τουτο ακουσατε βουλην κυριου ην εβουλευσατο επι την ιδουμαιαν και λογισμον αυτου ον ελογισατο επι τους κατοικουντας θαιμαν εαν μη συμψησθωσιν τα ελαχιστα των προβατων εαν μη αβατωθη επ' αυτην καταλυσις αυτων

30:15 οτι απο φωνης πτωσεως αυτων εσεισθη η γη και κραυγη σου εν θαλασση ηκουσθη

30:16 ιδου ωσπερ αετος οψεται και εκτενει τας πτερυγας επ' οχυρωματα αυτης και εσται η καρδια των ισχυρων της ιδουμαιας εν τη ημερα εκεινη ως καρδια γυναικος ωδινουσης

30:17 τοις υιοις αμμων ουτως ειπεν κυριος μη υιοι ουκ εισιν εν ισραηλ η παραλημψομενος ουκ εστιν αυτοις δια τι παρελαβεν μελχομ τον γαδ και ο λαος αυτων εν πολεσιν αυτων ενοικησει

30:18 δια τουτο ιδου ημεραι ερχονται φησιν κυριος και ακουτιω επι ραββαθ θορυβον πολεμων και εσονται εις αβατον και εις απωλειαν και βωμοι αυτης εν πυρι κατακαυθησονται και παραλημψεται ισραηλ την αρχην αυτου

30:19 αλαλαξον εσεβων οτι ωλετο γαι κεκραξατε θυγατερες ραββαθ περιζωσασθε σακκους και επιλημπτευσασθε και κοψασθε επι μελχομ οτι εν αποικια βαδιειται οι ιερεις αυτου και οι αρχοντες αυτου αμα

30:20 τι αγαλλιαση εν τοις πεδιοις ενακιμ θυγατερ ιταμιας η πεποιθυια επι θησαυροις αυτης η λεγουσα τις εισελευσεται επ' εμε

30:21 ιδου εγω φερω φοβον επι σε ειπεν κυριος απο πασης της περιοικου σου και διασπαρησεσθε εκαστος εις προσωπον αυτου και ουκ εσται ο συναγων

30:23 τη κηδαρ βασιλισση της αυλης ην επαταξεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος ουτως ειπεν κυριος αναστητε και αναβητε επι κηδαρ και πλησατε τους υιους κεδεμ

30:24 σκηνας αυτων και προβατα αυτων λημψονται ιματια αυτων και παντα τα σκευη αυτων και καμηλους αυτων λημψονται εαυτοις και καλεσατε επ' αυτους απωλειαν κυκλοθεν

30:25 φευγετε λιαν βαθυνατε εις καθισιν καθημενοι εν τη αυλη οτι εβουλευσατο εφ' υμας βασιλευς βαβυλωνος βουλην και ελογισατο εφ' υμας λογισμον

30:26 αναστηθι και αναβηθι επ' εθνος ευσταθουν καθημενον εις αναψυχην οις ουκ εισιν θυραι ου βαλανοι ου μοχλοι μονοι καταλυουσιν

30:27 και εσονται καμηλοι αυτων εις προνομην και πληθος κτηνων αυτων εις απωλειαν και λικμησω αυτους παντι πνευματι κεκαρμενους προ προσωπου αυτων εκ παντος περαν αυτων οισω την τροπην αυτων ειπεν κυριος

30:28 και εσται η αυλη διατριβη στρουθων και αβατος εως αιωνος ου μη καθιση εκει ανθρωπος και ου μη κατοικηση εκει υιος ανθρωπου

30:29 τη δαμασκω κατησχυνθη ημαθ και αρφαδ οτι ηκουσαν ακοην πονηραν εξεστησαν εθυμωθησαν αναπαυσασθαι ου μη δυνωνται

30:30 εξελυθη δαμασκος απεστραφη εις φυγην τρομος επελαβετο αυτης

30:31 πως ουχι εγκατελιπεν πολιν εμην κωμην ηγαπησαν

30:32 δια τουτο πεσουνται νεανισκοι εν πλατειαις σου και παντες οι ανδρες οι πολεμισται σου πεσουνται φησιν κυριος

30:33 και καυσω πυρ εν τειχει δαμασκου και καταφαγεται αμφοδα υιου αδερ

 

Created with FREE HTMLCompiler by BibleDatabase