HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 31

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

31:1 τη μωαβ ουτως ειπεν κυριος ουαι επι ναβαυ οτι ωλετο ελημφθη καριαθαιμ ησχυνθη αμαθ και ηττηθη

31:2 ουκ εστιν ετι ιατρεια μωαβ αγαυριαμα εν εσεβων ελογισαντο επ' αυτην κακα εκοψαμεν αυτην απο εθνους και παυσιν παυσεται οπισθεν σου βαδιειται μαχαιρα

31:3 οτι φωνη κεκραγοτων εξ ωρωναιμ ολεθρος και συντριμμα μεγα

31:4 συνετριβη μωαβ αναγγειλατε εις ζογορα

31:5 οτι επλησθη αλαωθ εν κλαυθμω αναβησεται κλαιων εν οδω ωρωναιμ κραυγην συντριμματος ηκουσατε

31:6 φευγετε και σωσατε τας ψυχας υμων και εσεσθε ωσπερ ονος αγριος εν ερημω

31:7 επειδη επεποιθεις εν οχυρωμασιν σου και συ συλλημφθηση και εξελευσεται χαμως εν αποικια οι ιερεις αυτου και οι αρχοντες αυτου αμα

31:8 και ηξει ολεθρος επι πασαν πολιν και πολις ου μη σωθη και απολειται ο αυλων και εξολεθρευθησεται η πεδινη καθως ειπεν κυριος

31:9 δοτε σημεια τη μωαβ οτι αφη αναφθησεται και πασαι αι πολεις αυτης εις αβατον εσονται ποθεν ενοικος αυτη

31:10 επικαταρατος ο ποιων τα εργα κυριου αμελως εξαιρων μαχαιραν αυτου αφ' αιματος

31:11 ανεπαυσατο μωαβ εκ παιδαριου και πεποιθως ην επι τη δοξη αυτου ουκ ενεχεεν εξ αγγειου εις αγγειον και εις αποικισμον ουκ ωχετο δια τουτο εστη γευμα αυτου εν αυτω και οσμη αυτου ουκ εξελιπεν

31:12 δια τουτο ιδου ημεραι ερχονται φησιν κυριος και αποστελω αυτω κλινοντας και κλινουσιν αυτον και τα σκευη αυτου λεπτυνουσιν και τα κερατα αυτου συγκοψουσιν

31:13 και καταισχυνθησεται μωαβ απο χαμως ωσπερ κατησχυνθη οικος ισραηλ απο βαιθηλ ελπιδος αυτων πεποιθοτες επ' αυτοις

31:14 πως ερειτε ισχυροι εσμεν και ανθρωπος ισχυων εις τα πολεμικα

31:15 ωλετο μωαβ πολις αυτου και εκλεκτοι νεανισκοι αυτου κατεβησαν εις σφαγην

31:16 εγγυς ημερα μωαβ ελθειν και πονηρια αυτου ταχεια σφοδρα

31:17 κινησατε αυτω παντες κυκλοθεν αυτου παντες ειδοτες ονομα αυτου ειπατε πως συνετριβη βακτηρια ευκλεης ραβδος μεγαλωματος

31:18 καταβηθι απο δοξης και καθισον εν υγρασια καθημενη δαιβων εκτριβητε οτι ωλετο μωαβ ανεβη εις σε λυμαινομενος οχυρωμα σου

31:19 εφ' οδου στηθι και επιδε καθημενη εν αροηρ και ερωτησον φευγοντα και σωζομενον και ειπον τι εγενετο

31:20 κατησχυνθη μωαβ οτι συνετριβη ολολυξον και κεκραξον αναγγειλον εν αρνων οτι ωλετο μωαβ

31:21 και κρισις ερχεται εις γην του μισωρ επι χαιλων και επι ιασσα και επι μωφαθ

31:22 και επι δαιβων και επι ναβαυ και επ' οικον δεβλαθαιμ

31:23 και επι καριαθαιμ και επ' οικον γαμωλ και επ' οικον μαων

31:24 και επι καριωθ και επι βοσορ και επι πασας τας πολεις μωαβ τας πορρω και τας εγγυς

31:25 κατεαχθη κερας μωαβ και το επιχειρον αυτου συνετριβη

31:26 μεθυσατε αυτον οτι επι κυριον εμεγαλυνθη και επικρουσει μωαβ εν χειρι αυτου και εσται εις γελωτα και αυτος

31:27 και ει μη εις γελοιασμον ην σοι ισραηλ ει εν κλοπαις σου ευρεθη οτι επολεμεις αυτον

31:28 κατελιπον τας πολεις και ωκησαν εν πετραις οι κατοικουντες μωαβ εγενηθησαν ως περιστεραι νοσσευουσαι εν πετραις στοματι βοθυνου

31:29 ηκουσα υβριν μωαβ υβρισεν λιαν υβριν αυτου και υπερηφανιαν αυτου και υψωθη η καρδια αυτου

31:30 εγω δε εγνων εργα αυτου ουχι το ικανον αυτου ουχ ουτως εποιησεν

31:31 δια τουτο επι μωαβ ολολυζετε παντοθεν βοησατε επ' ανδρας κιραδας αυχμου

31:32 ως κλαυθμον ιαζηρ αποκλαυσομαι σοι αμπελος σεβημα κληματα σου διηλθεν θαλασσαν ιαζηρ ηψαντο επι οπωραν σου επι τρυγηταις σου ολεθρος επεπεσεν

31:33 συνεψησθη χαρμοσυνη και ευφροσυνη εκ της μωαβιτιδος και οινος ην επι ληνοις σου πρωι ουκ επατησαν ουδε δειλης ουκ εποιησαν αιδαδ

31:34 απο κραυγης εσεβων εως ελεαλη αι πολεις αυτων εδωκαν φωνην αυτων απο ζογορ εως ωρωναιμ και αγλαθ-σαλισια οτι και το υδωρ νεβριμ εις κατακαυμα εσται

31:35 και απολω τον μωαβ φησιν κυριος αναβαινοντα επι βωμον και θυμιωντα θεοις αυτου

31:36 δια τουτο καρδια μου μωαβ ωσπερ αυλοι βομβησουσιν καρδια μου επ' ανθρωπους κιραδας ωσπερ αυλος βομβησει δια τουτο α περιεποιησατο απωλετο απο ανθρωπου

31:37 πασαν κεφαλην εν παντι τοπω ξυρησονται και πας πωγων ξυρηθησεται και πασαι χειρες κοψονται και επι πασης οσφυος σακκος

31:38 και επι παντων των δωματων μωαβ και επι πλατειαις αυτης οτι συνετριψα τον μωαβ φησιν κυριος ως αγγειον ου ουκ εστιν χρεια αυτου

31:39 πως κατηλλαξεν πως εστρεψεν νωτον μωαβ ησχυνθη και εγενετο μωαβ εις γελωτα και εγκοτημα πασιν τοις κυκλω αυτης

31:40 οτι ουτως ειπεν κυριος

31:41 ελημφθη ακκαριωθ και τα οχυρωματα συνελημφθη

31:42 και απολειται μωαβ απο οχλου οτι επι τον κυριον εμεγαλυνθη

31:43 παγις και φοβος και βοθυνος επι σοι καθημενος μωαβ

31:44 ο φευγων απο προσωπου του φοβου εμπεσειται εις τον βοθυνον και ο αναβαινων εκ του βοθυνου συλλημφθησεται εν τη παγιδι οτι επαξω ταυτα επι μωαβ εν ενιαυτω επισκεψεως αυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase