HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

33:1 εν αρχη βασιλεως ιωακιμ υιου ιωσια εγενηθη ο λογος ουτος παρα κυριου

33:2 ουτως ειπεν κυριος στηθι εν αυλη οικου κυριου και χρηματιεις απασι τοις ιουδαιοις και πασι τοις ερχομενοις προσκυνειν εν οικω κυριου απαντας τους λογους ους συνεταξα σοι αυτοις χρηματισαι μη αφελης ρημα

33:3 ισως ακουσονται και αποστραφησονται εκαστος απο της οδου αυτου της πονηρας και παυσομαι απο των κακων ων εγω λογιζομαι του ποιησαι αυτοις ενεκεν των πονηρων επιτηδευματων αυτων

33:4 και ερεις ουτως ειπεν κυριος εαν μη ακουσητε μου του πορευεσθαι εν τοις νομιμοις μου οις εδωκα κατα προσωπον υμων

33:5 εισακουειν των λογων των παιδων μου των προφητων ους εγω αποστελλω προς υμας ορθρου και απεστειλα και ουκ εισηκουσατε μου

33:6 και δωσω τον οικον τουτον ωσπερ σηλωμ και την πολιν δωσω εις καταραν πασιν τοις εθνεσιν πασης της γης

33:7 και ηκουσαν οι ιερεις και οι ψευδοπροφηται και πας ο λαος του ιερεμιου λαλουντος τους λογους τουτους εν οικω κυριου

33:8 και εγενετο ιερεμιου παυσαμενου λαλουντος παντα α συνεταξεν αυτω κυριος λαλησαι παντι τω λαω και συνελαβοσαν αυτον οι ιερεις και οι ψευδοπροφηται και πας ο λαος λεγων θανατω αποθανη

33:9 οτι επροφητευσας τω ονοματι κυριου λεγων ωσπερ σηλωμ εσται ο οικος ουτος και η πολις αυτη ερημωθησεται απο κατοικουντων και εξεκκλησιασθη πας ο λαος επι ιερεμιαν εν οικω κυριου

33:10 και ηκουσαν οι αρχοντες ιουδα τον λογον τουτον και ανεβησαν εξ οικου του βασιλεως εις οικον κυριου και εκαθισαν εν προθυροις πυλης κυριου της καινης

33:11 και ειπαν οι ιερεις και οι ψευδοπροφηται προς τους αρχοντας και παντι τω λαω κρισις θανατου τω ανθρωπω τουτω οτι επροφητευσεν κατα της πολεως ταυτης καθως ηκουσατε εν τοις ωσιν υμων

33:12 και ειπεν ιερεμιας προς τους αρχοντας και παντι τω λαω λεγων κυριος απεστειλεν με προφητευσαι επι τον οικον τουτον και επι την πολιν ταυτην παντας τους λογους τουτους ους ηκουσατε

33:13 και νυν βελτιους ποιησατε τας οδους υμων και τα εργα υμων και ακουσατε της φωνης κυριου και παυσεται κυριος απο των κακων ων ελαλησεν εφ' υμας

33:14 και ιδου εγω εν χερσιν υμων ποιησατε μοι ως συμφερει και ως βελτιον υμιν

33:15 αλλ' η γνοντες γνωσεσθε οτι ει αναιρειτε με αιμα αθωον διδοτε εφ' υμας και επι την πολιν ταυτην και επι τους κατοικουντας εν αυτη οτι εν αληθεια απεσταλκεν με κυριος προς υμας λαλησαι εις τα ωτα υμων παντας τους λογους τουτους

33:16 και ειπαν οι αρχοντες και πας ο λαος προς τους ιερεις και προς τους ψευδοπροφητας ουκ εστιν τω ανθρωπω τουτω κρισις θανατου οτι επι τω ονοματι κυριου του θεου ημων ελαλησεν προς ημας

33:17 και ανεστησαν ανδρες των πρεσβυτερων της γης και ειπαν παση τη συναγωγη του λαου

33:18 μιχαιας ο μωραθιτης ην εν ταις ημεραις εζεκιου βασιλεως ιουδα και ειπεν παντι τω λαω ιουδα ουτως ειπεν κυριος σιων ως αγρος αροτριαθησεται και ιερουσαλημ εις αβατον εσται και το ορος του οικου εις αλσος δρυμου

33:19 μη ανελων ανειλεν αυτον εζεκιας και πας ιουδα ουχι οτι εφοβηθησαν τον κυριον και οτι εδεηθησαν του προσωπου κυριου και επαυσατο κυριος απο των κακων ων ελαλησεν επ' αυτους και ημεις εποιησαμεν κακα μεγαλα επι ψυχας ημων

33:20 και ανθρωπος ην προφητευων τω ονοματι κυριου ουριας υιος σαμαιου εκ καριαθιαριμ και επροφητευσεν περι της γης ταυτης κατα παντας τους λογους ιερεμιου

33:21 και ηκουσεν ο βασιλευς ιωακιμ και παντες οι αρχοντες παντας τους λογους αυτου και εζητουν αποκτειναι αυτον και ηκουσεν ουριας και εισηλθεν εις αιγυπτον

33:22 και εξαπεστειλεν ο βασιλευς ανδρας εις αιγυπτον

33:23 και εξηγαγοσαν αυτον εκειθεν και εισηγαγοσαν αυτον προς τον βασιλεα και επαταξεν αυτον εν μαχαιρα και ερριψεν αυτον εις το μνημα υιων λαου αυτου

33:24 πλην χειρ αχικαμ υιου σαφαν ην μετα ιερεμιου του μη παραδουναι αυτον εις χειρας του λαου του μη ανελειν αυτον

 

Created with FREE HTMLCompiler by BibleDatabase