HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 34

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

34:2 ουτως ειπεν κυριος ποιησον δεσμους και κλοιους και περιθου περι τον τραχηλον σου

34:3 και αποστελεις αυτους προς βασιλεα ιδουμαιας και προς βασιλεα μωαβ και προς βασιλεα υιων αμμων και προς βασιλεα τυρου και προς βασιλεα σιδωνος εν χερσιν αγγελων αυτων των ερχομενων εις απαντησιν αυτων εις ιερουσαλημ προς σεδεκιαν βασιλεα ιουδα

34:4 και συνταξεις αυτοις προς τους κυριους αυτων ειπειν ουτως ειπεν κυριος ο θεος ισραηλ ουτως ερειτε προς τους κυριους υμων

34:5 οτι εγω εποιησα την γην εν τη ισχυι μου τη μεγαλη και εν τω επιχειρω μου τω υψηλω και δωσω αυτην ω εαν δοξη εν οφθαλμοις μου

34:6 εδωκα την γην τω ναβουχοδονοσορ βασιλει βαβυλωνος δουλευειν αυτω και τα θηρια του αγρου εργαζεσθαι αυτω

34:8 και το εθνος και η βασιλεια οσοι εαν μη εμβαλωσιν τον τραχηλον αυτων υπο τον ζυγον βασιλεως βαβυλωνος εν μαχαιρα και εν λιμω επισκεψομαι αυτους ειπεν κυριος εως εκλιπωσιν εν χειρι αυτου

34:9 και υμεις μη ακουετε των ψευδοπροφητων υμων και των μαντευομενων υμιν και των ενυπνιαζομενων υμιν και των οιωνισματων υμων και των φαρμακων υμων των λεγοντων ου μη εργασησθε τω βασιλει βαβυλωνος

34:10 οτι ψευδη αυτοι προφητευουσιν υμιν προς το μακρυναι υμας απο της γης υμων

34:11 και το εθνος ο εαν εισαγαγη τον τραχηλον αυτου υπο τον ζυγον βασιλεως βαβυλωνος και εργασηται αυτω και καταλειψω αυτον επι της γης αυτου και εργαται αυτω και ενοικησει εν αυτη

34:12 και προς σεδεκιαν βασιλεα ιουδα ελαλησα κατα παντας τους λογους τουτους λεγων εισαγαγετε τον τραχηλον υμων

34:14 και εργασασθε τω βασιλει βαβυλωνος οτι αδικα αυτοι προφητευουσιν υμιν

34:15 οτι ουκ απεστειλα αυτους φησιν κυριος και προφητευουσιν τω ονοματι μου επ' αδικω προς το απολεσαι υμας και απολεισθε υμεις και οι προφηται υμων οι προφητευοντες υμιν επ' αδικω ψευδη

34:16 υμιν και παντι τω λαω τουτω και τοις ιερευσιν ελαλησα λεγων ουτως ειπεν κυριος μη ακουετε των λογων των προφητων των προφητευοντων υμιν λεγοντων ιδου σκευη οικου κυριου επιστρεψει εκ βαβυλωνος οτι αδικα αυτοι προφητευουσιν υμιν ουκ απεστειλα αυτους

34:18 ει προφηται εισιν και ει εστιν λογος κυριου εν αυτοις απαντησατωσαν μοι

34:19 οτι ουτως ειπεν κυριος και των επιλοιπων σκευων

34:20 ων ουκ ελαβεν βασιλευς βαβυλωνος οτε απωκισεν τον ιεχονιαν εξ ιερουσαλημ

34:22 εις βαβυλωνα εισελευσεται λεγει κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase