HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 35

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

35:1 και εγενετο εν τω τεταρτω ετει σεδεκια βασιλεως ιουδα εν μηνι τω πεμπτω ειπεν μοι ανανιας υιος αζωρ ο ψευδοπροφητης ο απο γαβαων εν οικω κυριου κατ' οφθαλμους των ιερεων και παντος του λαου λεγων

35:2 ουτως ειπεν κυριος συνετριψα τον ζυγον του βασιλεως βαβυλωνος

35:3 ετι δυο ετη ημερων εγω αποστρεψω εις τον τοπον τουτον τα σκευη οικου κυριου

35:4 και ιεχονιαν και την αποικιαν ιουδα οτι συντριψω τον ζυγον βασιλεως βαβυλωνος

35:5 και ειπεν ιερεμιας προς ανανιαν κατ' οφθαλμους παντος του λαου και κατ' οφθαλμους των ιερεων των εστηκοτων εν οικω κυριου

35:6 και ειπεν ιερεμιας αληθως ουτω ποιησαι κυριος στησαι τον λογον σου ον συ προφητευεις του επιστρεψαι τα σκευη οικου κυριου και πασαν την αποικιαν εκ βαβυλωνος εις τον τοπον τουτον

35:7 πλην ακουσατε τον λογον κυριου ον εγω λεγω εις τα ωτα υμων και εις τα ωτα παντος του λαου

35:8 οι προφηται οι γεγονοτες προτεροι μου και προτεροι υμων απο του αιωνος και επροφητευσαν επι γης πολλης και επι βασιλειας μεγαλας εις πολεμον

35:9 ο προφητης ο προφητευσας εις ειρηνην ελθοντος του λογου γνωσονται τον προφητην ον απεστειλεν αυτοις κυριος εν πιστει

35:10 και ελαβεν ανανιας εν οφθαλμοις παντος του λαου τους κλοιους απο του τραχηλου ιερεμιου και συνετριψεν αυτους

35:11 και ειπεν ανανιας κατ' οφθαλμους παντος του λαου λεγων ουτως ειπεν κυριος ουτως συντριψω τον ζυγον βασιλεως βαβυλωνος απο τραχηλων παντων των εθνων και ωχετο ιερεμιας εις την οδον αυτου

35:12 και εγενετο λογος κυριου προς ιερεμιαν μετα το συντριψαι ανανιαν τους κλοιους απο του τραχηλου αυτου λεγων

35:13 βαδιζε και ειπον προς ανανιαν λεγων ουτως ειπεν κυριος κλοιους ξυλινους συνετριψας και ποιησω αντ' αυτων κλοιους σιδηρους

35:14 οτι ουτως ειπεν κυριος ζυγον σιδηρουν εθηκα επι τον τραχηλον παντων των εθνων εργαζεσθαι τω βασιλει βαβυλωνος

35:15 και ειπεν ιερεμιας τω ανανια ουκ απεσταλκεν σε κυριος και πεποιθεναι εποιησας τον λαον τουτον επ' αδικω

35:16 δια τουτο ουτως ειπεν κυριος ιδου εγω εξαποστελλω σε απο προσωπου της γης τουτω τω ενιαυτω αποθανη

35:17 και απεθανεν εν τω μηνι τω εβδομω

 

Created with FREE HTMLCompiler by BibleDatabase