HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 38

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

38:1 εν τω χρονω εκεινω ειπεν κυριος εσομαι εις θεον τω γενει ισραηλ και αυτοι εσονται μοι εις λαον

38:2 ουτως ειπεν κυριος ευρον θερμον εν ερημω μετα ολωλοτων εν μαχαιρα βαδισατε και μη ολεσητε τον ισραηλ

38:3 κυριος πορρωθεν ωφθη αυτω αγαπησιν αιωνιαν ηγαπησα σε δια τουτο ειλκυσα σε εις οικτιρημα

38:4 ετι οικοδομησω σε και οικοδομηθηση παρθενος ισραηλ ετι λημψη τυμπανον σου και εξελευση μετα συναγωγης παιζοντων

38:5 ετι φυτευσατε αμπελωνας εν ορεσιν σαμαρειας φυτευσατε και αινεσατε

38:6 οτι εστιν ημερα κλησεως απολογουμενων εν ορεσιν εφραιμ αναστητε και αναβητε εις σιων προς κυριον τον θεον ημων

38:7 οτι ουτως ειπεν κυριος τω ιακωβ ευφρανθητε και χρεμετισατε επι κεφαλην εθνων ακουστα ποιησατε και αινεσατε ειπατε εσωσεν κυριος τον λαον αυτου το καταλοιπον του ισραηλ

38:8 ιδου εγω αγω αυτους απο βορρα και συναξω αυτους απ' εσχατου της γης εν εορτη φασεκ και τεκνοποιηση οχλον πολυν και αποστρεψουσιν ωδε

38:9 εν κλαυθμω εξηλθον και εν παρακλησει αναξω αυτους αυλιζων επι διωρυγας υδατων εν οδω ορθη και ου μη πλανηθωσιν εν αυτη οτι εγενομην τω ισραηλ εις πατερα και εφραιμ πρωτοτοκος μου εστιν

38:10 ακουσατε λογον κυριου εθνη και αναγγειλατε εις νησους τας μακροτερον ειπατε ο λικμησας τον ισραηλ συναξει αυτον και φυλαξει αυτον ως ο βοσκων το ποιμνιον αυτου

38:11 οτι ελυτρωσατο κυριος τον ιακωβ εξειλατο αυτον εκ χειρος στερεωτερων αυτου

38:12 και ηξουσιν και ευφρανθησονται εν τω ορει σιων και ηξουσιν επ' αγαθα κυριου επι γην σιτου και οινου και καρπων και κτηνων και προβατων και εσται η ψυχη αυτων ωσπερ ξυλον εγκαρπον και ου πεινασουσιν ετι

38:13 τοτε χαρησονται παρθενοι εν συναγωγη νεανισκων και πρεσβυται χαρησονται και στρεψω το πενθος αυτων εις χαρμονην και ποιησω αυτους ευφραινομενους

38:14 μεγαλυνω και μεθυσω την ψυχην των ιερεων υιων λευι και ο λαος μου των αγαθων μου εμπλησθησεται

38:15 ουτως ειπεν κυριος φωνη εν ραμα ηκουσθη θρηνου και κλαυθμου και οδυρμου ραχηλ αποκλαιομενη ουκ ηθελεν παυσασθαι επι τοις υιοις αυτης οτι ουκ εισιν

38:16 ουτως ειπεν κυριος διαλιπετω η φωνη σου απο κλαυθμου και οι οφθαλμοι σου απο δακρυων σου οτι εστιν μισθος τοις σοις εργοις και επιστρεψουσιν εκ γης εχθρων

38:17 μονιμον τοις σοις τεκνοις

38:18 ακοην ηκουσα εφραιμ οδυρομενου επαιδευσας με και επαιδευθην εγω ωσπερ μοσχος ουκ εδιδαχθην επιστρεψον με και επιστρεψω οτι συ κυριος ο θεος μου

38:19 οτι υστερον αιχμαλωσιας μου μετενοησα και υστερον του γνωναι με εστεναξα εφ' ημερας αισχυνης και υπεδειξα σοι οτι ελαβον ονειδισμον εκ νεοτητος μου

38:20 υιος αγαπητος εφραιμ εμοι παιδιον εντρυφων οτι ανθ' ων οι λογοι μου εν αυτω μνεια μνησθησομαι αυτου δια τουτο εσπευσα επ' αυτω ελεων ελεησω αυτον φησιν κυριος

38:21 στησον σεαυτην σιων ποιησον τιμωριαν δος καρδιαν σου εις τους ωμους οδον ην επορευθης αποστραφητι παρθενος ισραηλ αποστραφητι εις τας πολεις σου πενθουσα

38:22 εως ποτε αποστρεψεις θυγατηρ ητιμωμενη οτι εκτισεν κυριος σωτηριαν εις καταφυτευσιν καινην εν σωτηρια περιελευσονται ανθρωποι

38:23 ουτως ειπεν κυριος ετι ερουσιν τον λογον τουτον εν γη ιουδα και εν πολεσιν αυτου οταν αποστρεψω την αιχμαλωσιαν αυτου ευλογημενος κυριος επι δικαιον ορος το αγιον αυτου

38:24 και ενοικουντες εν ταις πολεσιν ιουδα και εν παση τη γη αυτου αμα γεωργω και αρθησεται εν ποιμνιω

38:25 οτι εμεθυσα πασαν ψυχην διψωσαν και πασαν ψυχην πεινωσαν ενεπλησα

38:26 δια τουτο εξηγερθην και ειδον και ο υπνος μου ηδυς μοι εγενηθη

38:27 δια τουτο ιδου ημεραι ερχονται φησιν κυριος και σπερω τον ισραηλ και τον ιουδαν σπερμα ανθρωπου και σπερμα κτηνους

38:28 και εσται ωσπερ εγρηγορουν επ' αυτους καθαιρειν και κακουν ουτως γρηγορησω επ' αυτους του οικοδομειν και καταφυτευειν φησιν κυριος

38:29 εν ταις ημεραις εκειναις ου μη ειπωσιν οι πατερες εφαγον ομφακα και οι οδοντες των τεκνων ημωδιασαν

38:30 αλλ' η εκαστος εν τη εαυτου αμαρτια αποθανειται και του φαγοντος τον ομφακα αιμωδιασουσιν οι οδοντες αυτου

38:31 ιδου ημεραι ερχονται φησιν κυριος και διαθησομαι τω οικω ισραηλ και τω οικω ιουδα διαθηκην καινην

38:32 ου κατα την διαθηκην ην διεθεμην τοις πατρασιν αυτων εν ημερα επιλαβομενου μου της χειρος αυτων εξαγαγειν αυτους εκ γης αιγυπτου οτι αυτοι ουκ ενεμειναν εν τη διαθηκη μου και εγω ημελησα αυτων φησιν κυριος

38:33 οτι αυτη η διαθηκη ην διαθησομαι τω οικω ισραηλ μετα τας ημερας εκεινας φησιν κυριος διδους δωσω νομους μου εις την διανοιαν αυτων και επι καρδιας αυτων γραψω αυτους και εσομαι αυτοις εις θεον και αυτοι εσονται μοι εις λαον

38:34 και ου μη διδαξωσιν εκαστος τον πολιτην αυτου και εκαστος τον αδελφον αυτου λεγων γνωθι τον κυριον οτι παντες ειδησουσιν με απο μικρου αυτων και εως μεγαλου αυτων οτι ιλεως εσομαι ταις αδικιαις αυτων και των αμαρτιων αυτων ου μη μνησθω ετι

38:35 εαν υψωθη ο ουρανος εις το μετεωρον φησιν κυριος και εαν ταπεινωθη το εδαφος της γης κατω και εγω ουκ αποδοκιμω το γενος ισραηλ φησιν κυριος περι παντων ων εποιησαν

38:36 ουτως ειπεν κυριος ο δους τον ηλιον εις φως της ημερας σεληνην και αστερας εις φως της νυκτος και κραυγην εν θαλασση και εβομβησεν τα κυματα αυτης κυριος παντοκρατωρ ονομα αυτω

38:37 εαν παυσωνται οι νομοι ουτοι απο προσωπου μου φησιν κυριος και το γενος ισραηλ παυσεται γενεσθαι εθνος κατα προσωπον μου πασας τας ημερας

38:38 ιδου ημεραι ερχονται φησιν κυριος και οικοδομηθησεται πολις τω κυριω απο πυργου αναμεηλ εως πυλης της γωνιας

38:39 και εξελευσεται η διαμετρησις αυτης απεναντι αυτων εως βουνων γαρηβ και περικυκλωθησεται κυκλω εξ εκλεκτων λιθων

38:40 και παντες ασαρημωθ εως ναχαλ κεδρων εως γωνιας πυλης ιππων ανατολης αγιασμα τω κυριω και ουκετι ου μη εκλιπη και ου μη καθαιρεθη εως του αιωνος

 

Created with FREE HTMLCompiler by BibleDatabase