HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 39

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

39:1 ο λογος ο γενομενος παρα κυριου προς ιερεμιαν εν τω ενιαυτω τω δεκατω τω βασιλει σεδεκια ουτος ενιαυτος οκτωκαιδεκατος τω βασιλει ναβουχοδονοσορ βασιλει βαβυλωνος

39:2 και δυναμις βασιλεως βαβυλωνος εχαρακωσεν επι ιερουσαλημ και ιερεμιας εφυλασσετο εν αυλη της φυλακης η εστιν εν οικω του βασιλεως

39:3 εν η κατεκλεισεν αυτον ο βασιλευς σεδεκιας λεγων δια τι συ προφητευεις λεγων ουτως ειπεν κυριος ιδου εγω διδωμι την πολιν ταυτην εν χερσιν βασιλεως βαβυλωνος και λημψεται αυτην

39:4 και σεδεκιας ου μη σωθη εκ χειρος των χαλδαιων οτι παραδοσει παραδοθησεται εις χειρας βασιλεως βαβυλωνος και λαλησει στομα αυτου προς στομα αυτου και οι οφθαλμοι αυτου τους οφθαλμους αυτου οψονται

39:5 και εισελευσεται σεδεκιας εις βαβυλωνα και εκει καθιειται

39:6 και λογος κυριου εγενηθη προς ιερεμιαν λεγων

39:7 ιδου αναμεηλ υιος σαλωμ αδελφου πατρος σου ερχεται προς σε λεγων κτησαι σεαυτω τον αγρον μου τον εν αναθωθ οτι σοι κριμα παραλαβειν εις κτησιν

39:8 και ηλθεν προς με αναμεηλ υιος σαλωμ αδελφου πατρος μου εις την αυλην της φυλακης και ειπεν μοι κτησαι τον αγρον μου τον εν γη βενιαμιν τον εν αναθωθ οτι σοι κριμα κτησασθαι και συ πρεσβυτερος και εγνων οτι λογος κυριου εστιν

39:9 και εκτησαμην τον αγρον αναμεηλ υιου αδελφου πατρος μου και εστησα αυτω επτα σικλους και δεκα αργυριου

39:10 και εγραψα εις βιβλιον και εσφραγισαμην και διεμαρτυραμην μαρτυρας και εστησα το αργυριον εν ζυγω

39:11 και ελαβον το βιβλιον της κτησεως το εσφραγισμενον και το ανεγνωσμενον

39:12 και εδωκα αυτο τω βαρουχ υιω νηριου υιου μαασαιου κατ' οφθαλμους αναμεηλ υιου αδελφου πατρος μου και κατ' οφθαλμους των εστηκοτων και γραφοντων εν τω βιβλιω της κτησεως και κατ' οφθαλμους των ιουδαιων των εν τη αυλη της φυλακης

39:13 και συνεταξα τω βαρουχ κατ' οφθαλμους αυτων λεγων

39:14 ουτως ειπεν κυριος παντοκρατωρ λαβε το βιβλιον της κτησεως τουτο και το βιβλιον το ανεγνωσμενον και θησεις αυτο εις αγγειον οστρακινον ινα διαμεινη ημερας πλειους

39:15 οτι ουτως ειπεν κυριος ετι κτηθησονται αγροι και οικιαι και αμπελωνες εν τη γη ταυτη

39:16 και προσευξαμην προς κυριον μετα το δουναι με το βιβλιον της κτησεως προς βαρουχ υιον νηριου λεγων

39:17 ω κυριε συ εποιησας τον ουρανον και την γην τη ισχυι σου τη μεγαλη και τω βραχιονι σου τω υψηλω και τω μετεωρω ου μη αποκρυβη απο σου ουθεν

39:18 ποιων ελεος εις χιλιαδας και αποδιδους αμαρτιας πατερων εις κολπους τεκνων αυτων μετ' αυτους ο θεος ο μεγας και ισχυρος

39:19 κυριος μεγαλης βουλης και δυνατος τοις εργοις ο θεος ο μεγας ο παντοκρατωρ και μεγαλωνυμος κυριος οι οφθαλμοι σου εις τας οδους των υιων των ανθρωπων δουναι εκαστω κατα την οδον αυτου

39:20 ος εποιησας σημεια και τερατα εν γη αιγυπτω εως της ημερας ταυτης και εν ισραηλ και εν τοις γηγενεσιν και εποιησας σεαυτω ονομα ως η ημερα αυτη

39:21 και εξηγαγες τον λαον σου ισραηλ εκ γης αιγυπτου εν σημειοις και εν τερασιν και εν χειρι κραταια και εν βραχιονι υψηλω και εν οραμασιν μεγαλοις

39:22 και εδωκας αυτοις την γην ταυτην ην ωμοσας τοις πατρασιν αυτων γην ρεουσαν γαλα και μελι

39:23 και εισηλθοσαν και ελαβοσαν αυτην και ουκ ηκουσαν της φωνης σου και εν τοις προσταγμασιν σου ουκ επορευθησαν απαντα α ενετειλω αυτοις ουκ εποιησαν και εποιησας συμβηναι αυτοις παντα τα κακα ταυτα

39:24 ιδου οχλος ηκει εις την πολιν ταυτην συλλαβειν αυτην και η πολις εδοθη εις χειρας χαλδαιων των πολεμουντων αυτην απο προσωπου μαχαιρας και του λιμου ως ελαλησας ουτως εγενετο

39:25 και συ λεγεις προς με κτησαι σεαυτω αγρον αργυριου και εγραψα βιβλιον και εσφραγισαμην και επεμαρτυραμην μαρτυρας και η πολις εδοθη εις χειρας χαλδαιων

39:26 και εγενετο λογος κυριου προς με λεγων

39:27 εγω κυριος ο θεος πασης σαρκος μη απ' εμου κρυβησεται τι

39:28 δια τουτο ουτως ειπεν κυριος ο θεος ισραηλ δοθεισα παραδοθησεται η πολις αυτη εις χειρας βασιλεως βαβυλωνος και λημψεται αυτην

39:29 και ηξουσιν οι χαλδαιοι πολεμουντες επι την πολιν ταυτην και καυσουσιν την πολιν ταυτην εν πυρι και κατακαυσουσιν τας οικιας εν αις εθυμιωσαν επι των δωματων αυτων τη βααλ και εσπενδον σπονδας θεοις ετεροις προς το παραπικραναι με

39:30 οτι ησαν οι υιοι ισραηλ και οι υιοι ιουδα μονοι ποιουντες το πονηρον κατ' οφθαλμους μου εκ νεοτητος αυτων

39:31 οτι επι την οργην μου και επι τον θυμον μου ην η πολις αυτη αφ' ης ημερας ωκοδομησαν αυτην και εως της ημερας ταυτης απαλλαξαι αυτην απο προσωπου μου

39:32 δια πασας τας πονηριας των υιων ισραηλ και ιουδα ων εποιησαν πικραναι με αυτοι και οι βασιλεις αυτων και οι αρχοντες αυτων και οι ιερεις αυτων και οι προφηται αυτων ανδρες ιουδα και οι κατοικουντες ιερουσαλημ

39:33 και επεστρεψαν προς με νωτον και ου προσωπον και εδιδαξα αυτους ορθρου και εδιδαξα και ουκ ηκουσαν επιλαβειν παιδειαν

39:34 και εθηκαν τα μιασματα αυτων εν τω οικω ου επεκληθη το ονομα μου επ' αυτω εν ακαθαρσιαις αυτων

39:35 και ωκοδομησαν τους βωμους τη βααλ τους εν φαραγγι υιου εννομ του αναφερειν τους υιους αυτων και τας θυγατερας αυτων τω μολοχ βασιλει α ου συνεταξα αυτοις και ουκ ανεβη επι καρδιαν μου του ποιησαι το βδελυγμα τουτο προς το εφαμαρτειν τον ιουδαν

39:36 και νυν ουτως ειπεν κυριος ο θεος ισραηλ επι την πολιν ην συ λεγεις παραδοθησεται εις χειρας βασιλεως βαβυλωνος εν μαχαιρα και εν λιμω και εν αποστολη

39:37 ιδου εγω συναγω αυτους εκ πασης της γης ου διεσπειρα αυτους εκει εν οργη μου και τω θυμω μου και παροξυσμω μεγαλω και επιστρεψω αυτους εις τον τοπον τουτον και καθιω αυτους πεποιθοτας

39:38 και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον

39:39 και δωσω αυτοις οδον ετεραν και καρδιαν ετεραν φοβηθηναι με πασας τας ημερας εις αγαθον αυτοις και τοις τεκνοις αυτων μετ' αυτους

39:40 και διαθησομαι αυτοις διαθηκην αιωνιαν ην ου μη αποστρεψω οπισθεν αυτων και τον φοβον μου δωσω εις την καρδιαν αυτων προς το μη αποστηναι αυτους απ' εμου

39:41 και επισκεψομαι του αγαθωσαι αυτους και φυτευσω αυτους εν τη γη ταυτη εν πιστει και εν παση καρδια και εν παση ψυχη

39:42 οτι ουτως ειπεν κυριος καθα επηγαγον επι τον λαον τουτον παντα τα κακα τα μεγαλα ταυτα ουτως εγω επαξω επ' αυτους παντα τα αγαθα α ελαλησα επ' αυτους

39:43 και κτηθησονται ετι αγροι εν τη γη η συ λεγεις αβατος εστιν απο ανθρωπων και κτηνους και παρεδοθησαν εις χειρας χαλδαιων

39:44 και κτησονται αγρους εν αργυριω και γραψεις βιβλιον και σφραγιη και διαμαρτυρη μαρτυρας εν γη βενιαμιν και κυκλω ιερουσαλημ και εν πολεσιν ιουδα και εν πολεσιν του ορους και εν πολεσιν της σεφηλα και εν πολεσιν της ναγεβ οτι αποστρεψω τας αποικιας αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase