HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 49

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

49:1 και προσηλθον παντες οι ηγεμονες της δυναμεως και ιωαναν και αζαριας υιος μαασαιου και πας ο λαος απο μικρου εως μεγαλου

49:2 προς ιερεμιαν τον προφητην και ειπαν αυτω πεσετω δη το ελεος ημων κατα προσωπον σου και προσευξαι προς κυριον τον θεον σου περι των καταλοιπων τουτων οτι κατελειφθημεν ολιγοι απο πολλων καθως οι οφθαλμοι σου βλεπουσιν

49:3 και αναγγειλατω ημιν κυριος ο θεος σου την οδον η πορευσομεθα εν αυτη και λογον ον ποιησομεν

49:4 και ειπεν αυτοις ιερεμιας ηκουσα ιδου εγω προσευξομαι προς κυριον τον θεον ημων κατα τους λογους υμων και εσται ο λογος ον αν αποκριθησεται κυριος αναγγελω υμιν ου μη κρυψω αφ' υμων ρημα

49:5 και αυτοι ειπαν τω ιερεμια εστω κυριος εν ημιν εις μαρτυρα δικαιον και πιστον ει μη κατα παντα τον λογον ον αν αποστειλη σε κυριος προς ημας ουτως ποιησομεν

49:6 και εαν αγαθον και εαν κακον την φωνην κυριου του θεου ημων ου ημεις αποστελλομεν σε προς αυτον ακουσομεθα ινα βελτιον ημιν γενηται οτι ακουσομεθα της φωνης κυριου του θεου ημων

49:7 και εγενηθη μετα δεκα ημερας εγενηθη λογος κυριου προς ιερεμιαν

49:8 και εκαλεσεν τον ιωαναν και τους ηγεμονας της δυναμεως και παντα τον λαον απο μικρου εως μεγαλου

49:9 και ειπεν αυτοις ουτως ειπεν κυριος

49:10 εαν καθισαντες καθισητε εν τη γη ταυτη οικοδομησω υμας και ου μη καθελω και φυτευσω υμας και ου μη εκτιλω οτι αναπεπαυμαι επι τοις κακοις οις εποιησα υμιν

49:11 μη φοβηθητε απο προσωπου βασιλεως βαβυλωνος ου υμεις φοβεισθε απο προσωπου αυτου μη φοβηθητε φησιν κυριος οτι μεθ' υμων εγω ειμι του εξαιρεισθαι υμας και σωζειν υμας εκ χειρος αυτου

49:12 και δωσω υμιν ελεος και ελεησω υμας και επιστρεψω υμας εις την γην υμων

49:13 και ει λεγετε υμεις ου μη καθισωμεν εν τη γη ταυτη προς το μη ακουσαι φωνης κυριου

49:14 οτι εις γην αιγυπτου εισελευσομεθα και ου μη ιδωμεν πολεμον και φωνην σαλπιγγος ου μη ακουσωμεν και εν αρτοις ου μη πεινασωμεν και εκει οικησομεν

49:15 δια τουτο ακουσατε λογον κυριου ουτως ειπεν κυριος εαν υμεις δωτε το προσωπον υμων εις αιγυπτον και εισελθητε εκει κατοικειν

49:16 και εσται η ρομφαια ην υμεις φοβεισθε απο προσωπου αυτης ευρησει υμας εν γη αιγυπτου και ο λιμος ου υμεις λογον εχετε απο προσωπου αυτου καταλημψεται υμας οπισω υμων εν αιγυπτω και εκει αποθανεισθε

49:17 και εσονται παντες οι ανθρωποι και παντες οι αλλογενεις οι θεντες το προσωπον αυτων εις γην αιγυπτου ενοικειν εκει εκλειψουσιν εν τη ρομφαια και εν τω λιμω και ουκ εσται αυτων ουθεις σωζομενος απο των κακων ων εγω επαγω επ' αυτους

49:18 οτι ουτως ειπεν κυριος καθως εσταξεν ο θυμος μου επι τους κατοικουντας ιερουσαλημ ουτως σταξει ο θυμος μου εφ' υμας εισελθοντων υμων εις αιγυπτον και εσεσθε εις αβατον και υποχειριοι και εις αραν και εις ονειδισμον και ου μη ιδητε ουκετι τον τοπον τουτον

49:19 α ελαλησεν κυριος εφ' υμας τους καταλοιπους ιουδα μη εισελθητε εις αιγυπτον και νυν γνοντες γνωσεσθε

49:20 οτι επονηρευσασθε εν ψυχαις υμων αποστειλαντες με λεγοντες προσευξαι περι ημων προς κυριον και κατα παντα α εαν λαληση σοι κυριος ποιησομεν

49:21 και ουκ ηκουσατε της φωνης κυριου ης απεστειλεν με προς υμας

49:22 και νυν εν ρομφαια και εν λιμω εκλειψετε εν τω τοπω ου υμεις βουλεσθε εισελθειν κατοικειν εκει

 

Created with FREE HTMLCompiler by BibleDatabase