HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Jeremiah 51

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50] [51] [52]

51:1 ο λογος ο γενομενος προς ιερεμιαν απασιν τοις ιουδαιοις τοις κατοικουσιν εν γη αιγυπτω και τοις καθημενοις εν μαγδωλω και εν ταφνας και εν γη παθουρης λεγων

51:2 ουτως ειπεν κυριος ο θεος ισραηλ υμεις εωρακατε παντα τα κακα α επηγαγον επι ιερουσαλημ και επι τας πολεις ιουδα και ιδου εισιν ερημοι απο ενοικων

51:3 απο προσωπου πονηριας αυτων ης εποιησαν παραπικραναι με πορευθεντες θυμιαν θεοις ετεροις οις ουκ εγνωτε

51:4 και απεστειλα προς υμας τους παιδας μου τους προφητας ορθρου και απεστειλα λεγων μη ποιησητε το πραγμα της μολυνσεως ταυτης ης εμισησα

51:5 και ουκ ηκουσαν μου και ουκ εκλιναν το ους αυτων αποστρεψαι απο των κακων αυτων προς το μη θυμιαν θεοις ετεροις

51:6 και εσταξεν η οργη μου και ο θυμος μου και εξεκαυθη εν πολεσιν ιουδα και εξωθεν ιερουσαλημ και εγενηθησαν εις ερημωσιν και εις αβατον ως η ημερα αυτη

51:7 και νυν ουτως ειπεν κυριος παντοκρατωρ ινα τι υμεις ποιειτε κακα μεγαλα επι ψυχαις υμων εκκοψαι υμων ανθρωπον και γυναικα νηπιον και θηλαζοντα εκ μεσου ιουδα προς το μη καταλειφθηναι υμων μηδενα

51:8 παραπικραναι με εν τοις εργοις των χειρων υμων θυμιαν θεοις ετεροις εν γη αιγυπτω εις ην εισηλθατε ενοικειν εκει ινα εκκοπητε και ινα γενησθε εις καταραν και εις ονειδισμον εν πασιν τοις εθνεσιν της γης

51:9 μη επιλελησθε υμεις των κακων των πατερων υμων και των κακων των βασιλεων ιουδα και των κακων των αρχοντων υμων και των κακων των γυναικων υμων ων εποιησαν εν γη ιουδα και εξωθεν ιερουσαλημ

51:10 και ουκ επαυσαντο εως της ημερας ταυτης και ουκ αντειχοντο των προσταγματων μου ων εδωκα κατα προσωπον των πατερων αυτων

51:11 δια τουτο ουτως ειπεν κυριος ιδου εγω εφιστημι το προσωπον μου

51:12 του απολεσαι παντας τους καταλοιπους τους εν αιγυπτω και πεσουνται εν ρομφαια και εν λιμω εκλειψουσιν απο μικρου εως μεγαλου και εσονται εις ονειδισμον και εις απωλειαν και εις καταραν

51:13 και επισκεψομαι επι τους καθημενους εν γη αιγυπτω ως επεσκεψαμην επι ιερουσαλημ εν ρομφαια και εν λιμω και εν θανατω

51:14 και ουκ εσται σεσωσμενος ουθεις των επιλοιπων ιουδα των παροικουντων εν γη αιγυπτω του επιστρεψαι εις γην ιουδα εφ' ην αυτοι ελπιζουσιν ταις ψυχαις αυτων του επιστρεψαι εκει ου μη επιστρεψωσιν αλλ' η ανασεσωσμενοι

51:15 και απεκριθησαν τω ιερεμια παντες οι ανδρες οι γνοντες οτι θυμιωσιν αι γυναικες αυτων θεοις ετεροις και πασαι αι γυναικες συναγωγη μεγαλη και πας ο λαος οι καθημενοι εν γη αιγυπτω εν παθουρη λεγοντες

51:16 ο λογος ον ελαλησας προς ημας τω ονοματι κυριου ουκ ακουσομεν σου

51:17 οτι ποιουντες ποιησομεν παντα τον λογον ος εξελευσεται εκ του στοματος ημων θυμιαν τη βασιλισση του ουρανου και σπενδειν αυτη σπονδας καθα εποιησαμεν ημεις και οι πατερες ημων και οι βασιλεις ημων και οι αρχοντες ημων εν πολεσιν ιουδα και εξωθεν ιερουσαλημ και επλησθημεν αρτων και εγενομεθα χρηστοι και κακα ουκ ειδομεν

51:18 και ως διελιπομεν θυμιωντες τη βασιλισση του ουρανου ηλαττωθημεν παντες και εν ρομφαια και εν λιμω εξελιπομεν

51:19 και οτι ημεις θυμιωμεν τη βασιλισση του ουρανου και εσπεισαμεν αυτη σπονδας μη ανευ των ανδρων ημων εποιησαμεν αυτη χαυωνας και εσπεισαμεν σπονδας αυτη

51:20 και ειπεν ιερεμιας παντι τω λαω τοις δυνατοις και ταις γυναιξιν και παντι τω λαω τοις αποκριθεισιν αυτω λογους λεγων

51:21 ουχι του θυμιαματος ου εθυμιασατε εν ταις πολεσιν ιουδα και εξωθεν ιερουσαλημ υμεις και οι πατερες υμων και οι βασιλεις υμων και οι αρχοντες υμων και ο λαος της γης εμνησθη κυριος και ανεβη επι την καρδιαν αυτου

51:22 και ουκ ηδυνατο κυριος ετι φερειν απο προσωπου πονηριας πραγματων υμων απο των βδελυγματων ων εποιησατε και εγενηθη η γη υμων εις ερημωσιν και εις αβατον και εις αραν ως εν τη ημερα ταυτη

51:23 απο προσωπου ων εθυμιατε και ων ημαρτετε τω κυριω και ουκ ηκουσατε της φωνης κυριου και εν τοις προσταγμασιν αυτου και εν τω νομω αυτου και εν τοις μαρτυριοις αυτου ουκ επορευθητε και επελαβετο υμων τα κακα ταυτα

51:24 και ειπεν ιερεμιας τω λαω και ταις γυναιξιν ακουσατε τον λογον κυριου

51:25 ουτως ειπεν κυριος ο θεος ισραηλ υμεις γυναικες τω στοματι υμων ελαλησατε και ταις χερσιν υμων επληρωσατε λεγουσαι ποιουσαι ποιησομεν τας ομολογιας ημων ας ωμολογησαμεν θυμιαν τη βασιλισση του ουρανου και σπενδειν αυτη σπονδας εμμεινασαι ενεμεινατε ταις ομολογιαις υμων και ποιουσαι εποιησατε

51:26 δια τουτο ακουσατε λογον κυριου πας ιουδα οι καθημενοι εν γη αιγυπτω ιδου ωμοσα τω ονοματι μου τω μεγαλω ειπεν κυριος εαν γενηται ετι ονομα μου εν τω στοματι παντος ιουδα ειπειν ζη κυριος κυριος επι παση γη αιγυπτω

51:27 οτι ιδου εγω εγρηγορα επ' αυτους του κακωσαι αυτους και ουκ αγαθωσαι και εκλειψουσιν πας ιουδα οι κατοικουντες εν γη αιγυπτω εν ρομφαια και εν λιμω εως αν εκλιπωσιν

51:28 και οι σεσωσμενοι απο ρομφαιας επιστρεψουσιν εις γην ιουδα ολιγοι αριθμω και γνωσονται οι καταλοιποι ιουδα οι κατασταντες εν γη αιγυπτω κατοικησαι εκει λογος τινος εμμενει

51:29 και τουτο υμιν το σημειον οτι επισκεψομαι εγω εφ' υμας εις πονηρα

51:30 ουτως ειπεν κυριος ιδου εγω διδωμι τον ουαφρη βασιλεα αιγυπτου εις χειρας εχθρου αυτου και εις χειρας ζητουντων την ψυχην αυτου καθα εδωκα τον σεδεκιαν βασιλεα ιουδα εις χειρας ναβουχοδονοσορ βασιλεως βαβυλωνος εχθρου αυτου και ζητουντος την ψυχην αυτου

51:31 ο λογος ον ελαλησεν ιερεμιας ο προφητης προς βαρουχ υιον νηριου οτε εγραφεν τους λογους τουτους εν τω βιβλιω απο στοματος ιερεμιου εν τω ενιαυτω τω τεταρτω τω ιωακιμ υιω ιωσια βασιλεως ιουδα

51:32 ουτως ειπεν κυριος επι σοι βαρουχ

51:33 οτι ειπας οιμμοι οιμμοι οτι προσεθηκεν κυριος κοπον επι πονον μοι εκοιμηθην εν στεναγμοις αναπαυσιν ουχ ευρον

51:34 ειπον αυτω ουτως ειπεν κυριος ιδου ους εγω ωκοδομησα εγω καθαιρω και ους εγω εφυτευσα εγω εκτιλλω

51:35 και συ ζητεις σεαυτω μεγαλα μη ζητησης οτι ιδου εγω επαγω κακα επι πασαν σαρκα λεγει κυριος και δωσω την ψυχην σου εις ευρεμα εν παντι τοπω ου εαν βαδισης εκει

 

Created with FREE HTMLCompiler by BibleDatabase