HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Lamentations 1

[1] [2] [3] [4] [5]

1:0 και εγενετο μετα το αιχμαλωτισθηναι τον ισραηλ και ιερουσαλημ ερημωθηναι εκαθισεν ιερεμιας κλαιων και εθρηνησεν τον θρηνον τουτον επι ιερουσαλημ και ειπεν

1:1 πως εκαθισεν μονη η πολις η πεπληθυμμενη λαων εγενηθη ως χηρα πεπληθυμμενη εν εθνεσιν αρχουσα εν χωραις εγενηθη εις φορον

1:2 κλαιουσα εκλαυσεν εν νυκτι και τα δακρυα αυτης επι των σιαγονων αυτης και ουχ υπαρχει ο παρακαλων αυτην απο παντων των αγαπωντων αυτην παντες οι φιλουντες αυτην ηθετησαν εν αυτη εγενοντο αυτη εις εχθρους

1:3 μετωκισθη η ιουδαια απο ταπεινωσεως αυτης και απο πληθους δουλειας αυτης εκαθισεν εν εθνεσιν ουχ ευρεν αναπαυσιν παντες οι καταδιωκοντες αυτην κατελαβον αυτην ανα μεσον των θλιβοντων

1:4 οδοι σιων πενθουσιν παρα το μη ειναι ερχομενους εν εορτη πασαι αι πυλαι αυτης ηφανισμεναι οι ιερεις αυτης αναστεναζουσιν αι παρθενοι αυτης αγομεναι και αυτη πικραινομενη εν εαυτη

1:5 εγενοντο οι θλιβοντες αυτην εις κεφαλην και οι εχθροι αυτης ευθηνουσαν οτι κυριος εταπεινωσεν αυτην επι το πληθος των ασεβειων αυτης τα νηπια αυτης επορευθησαν εν αιχμαλωσια κατα προσωπον θλιβοντος

1:6 και εξηλθεν εκ θυγατρος σιων πασα η ευπρεπεια αυτης εγενοντο οι αρχοντες αυτης ως κριοι ουχ ευρισκοντες νομην και επορευοντο εν ουκ ισχυι κατα προσωπον διωκοντος

1:7 εμνησθη ιερουσαλημ ημερων ταπεινωσεως αυτης και απωσμων αυτης παντα τα επιθυμηματα αυτης οσα ην εξ ημερων αρχαιων εν τω πεσειν τον λαον αυτης εις χειρας θλιβοντος και ουκ ην ο βοηθων αυτη ιδοντες οι εχθροι αυτης εγελασαν επι μετοικεσια αυτης

1:8 αμαρτιαν ημαρτεν ιερουσαλημ δια τουτο εις σαλον εγενετο παντες οι δοξαζοντες αυτην εταπεινωσαν αυτην ειδον γαρ την ασχημοσυνην αυτης και γε αυτη στεναζουσα και απεστραφη οπισω

1:9 ακαθαρσια αυτης προς ποδων αυτης ουκ εμνησθη εσχατα αυτης και κατεβιβασεν υπερογκα ουκ εστιν ο παρακαλων αυτην ιδε κυριε την ταπεινωσιν μου οτι εμεγαλυνθη εχθρος

1:10 χειρα αυτου εξεπετασεν θλιβων επι παντα τα επιθυμηματα αυτης ειδεν γαρ εθνη εισελθοντα εις το αγιασμα αυτης α ενετειλω μη εισελθειν αυτα εις εκκλησιαν σου

1:11 πας ο λαος αυτης καταστεναζοντες ζητουντες αρτον εδωκαν τα επιθυμηματα αυτης εν βρωσει του επιστρεψαι ψυχην ιδε κυριε και επιβλεψον οτι εγενηθην ητιμωμενη

1:12 ου προς υμας παντες οι παραπορευομενοι οδον επιστρεψατε και ιδετε ει εστιν αλγος κατα το αλγος μου ο εγενηθη φθεγξαμενος εν εμοι εταπεινωσεν με κυριος εν ημερα οργης θυμου αυτου

1:13 εξ υψους αυτου απεστειλεν πυρ εν τοις οστεοις μου κατηγαγεν αυτο διεπετασεν δικτυον τοις ποσιν μου απεστρεψεν με εις τα οπισω εδωκεν με ηφανισμενην ολην την ημεραν οδυνωμενην

1:14 εγρηγορηθη επι τα ασεβηματα μου εν χερσιν μου συνεπλακησαν ανεβησαν επι τον τραχηλον μου ησθενησεν η ισχυς μου οτι εδωκεν κυριος εν χερσιν μου οδυνας ου δυνησομαι στηναι

1:15 εξηρεν παντας τους ισχυρους μου ο κυριος εκ μεσου μου εκαλεσεν επ' εμε καιρον του συντριψαι εκλεκτους μου ληνον επατησεν κυριος παρθενω θυγατρι ιουδα επι τουτοις εγω κλαιω

1:16 ο οφθαλμος μου κατηγαγεν υδωρ οτι εμακρυνθη απ' εμου ο παρακαλων με ο επιστρεφων ψυχην μου εγενοντο οι υιοι μου ηφανισμενοι οτι εκραταιωθη ο εχθρος

1:17 διεπετασεν σιων χειρας αυτης ουκ εστιν ο παρακαλων αυτην ενετειλατο κυριος τω ιακωβ κυκλω αυτου οι θλιβοντες αυτον εγενηθη ιερουσαλημ εις αποκαθημενην ανα μεσον αυτων

1:18 δικαιος εστιν κυριος οτι το στομα αυτου παρεπικρανα ακουσατε δη παντες οι λαοι και ιδετε το αλγος μου παρθενοι μου και νεανισκοι μου επορευθησαν εν αιχμαλωσια

1:19 εκαλεσα τους εραστας μου αυτοι δε παρελογισαντο με οι ιερεις μου και οι πρεσβυτεροι μου εν τη πολει εξελιπον οτι εζητησαν βρωσιν αυτοις ινα επιστρεψωσιν ψυχας αυτων και ουχ ευρον

1:20 ιδε κυριε οτι θλιβομαι η κοιλια μου εταραχθη και η καρδια μου εστραφη εν εμοι οτι παραπικραινουσα παρεπικρανα εξωθεν ητεκνωσεν με μαχαιρα ωσπερ θανατος εν οικω

1:21 ακουσατε δη οτι στεναζω εγω ουκ εστιν ο παρακαλων με παντες οι εχθροι μου ηκουσαν τα κακα μου και εχαρησαν οτι συ εποιησας επηγαγες ημεραν εκαλεσας καιρον και εγενοντο ομοιοι εμοι

1:22 εισελθοι πασα η κακια αυτων κατα προσωπον σου και επιφυλλισον αυτοις ον τροπον εποιησαν επιφυλλιδα περι παντων των αμαρτηματων μου οτι πολλοι οι στεναγμοι μου και η καρδια μου λυπειται

 

Created with FREE HTMLCompiler by BibleDatabase