HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Lamentations 3

[1] [2] [3] [4] [5]

3:1 εγω ανηρ ο βλεπων πτωχειαν εν ραβδω θυμου αυτου επ' εμε

3:2 παρελαβεν με και απηγαγεν εις σκοτος και ου φως

3:3 πλην εν εμοι επεστρεψεν χειρα αυτου ολην την ημεραν

3:4 επαλαιωσεν σαρκας μου και δερμα μου οστεα μου συνετριψεν

3:5 ανωκοδομησεν κατ' εμου και εκυκλωσεν κεφαλην μου και εμοχθησεν

3:6 εν σκοτεινοις εκαθισεν με ως νεκρους αιωνος

3:7 ανωκοδομησεν κατ' εμου και ουκ εξελευσομαι εβαρυνεν χαλκον μου

3:8 και γε κεκραξομαι και βοησω απεφραξεν προσευχην μου

3:9 ανωκοδομησεν οδους μου ενεφραξεν τριβους μου εταραξεν

3:10 αρκος ενεδρευουσα αυτος μοι λεων εν κρυφαιοις

3:11 κατεδιωξεν αφεστηκοτα και κατεπαυσεν με εθετο με ηφανισμενην

3:12 ενετεινεν τοξον αυτου και εστηλωσεν με ως σκοπον εις βελος

3:13 εισηγαγεν τοις νεφροις μου ιους φαρετρας αυτου

3:14 εγενηθην γελως παντι λαω μου ψαλμος αυτων ολην την ημεραν

3:15 εχορτασεν με πικριας εμεθυσεν με χολης

3:16 και εξεβαλεν ψηφω οδοντας μου εψωμισεν με σποδον

3:17 και απωσατο εξ ειρηνης ψυχην μου επελαθομην αγαθα

3:18 και ειπα απωλετο νεικος μου και η ελπις μου απο κυριου

3:19 εμνησθην απο πτωχειας μου και εκ διωγμου μου πικριας και χολης μου

3:20 μνησθησεται και καταδολεσχησει επ' εμε η ψυχη μου

3:21 ταυτην ταξω εις την καρδιαν μου δια τουτο υπομενω

3:25 αγαθος κυριος τοις υπομενουσιν αυτον ψυχη η ζητησει αυτον αγαθον

3:26 και υπομενει και ησυχασει εις το σωτηριον κυριου

3:27 αγαθον ανδρι οταν αρη ζυγον εν νεοτητι αυτου

3:28 καθησεται κατα μονας και σιωπησεται οτι ηρεν εφ' εαυτω

3:30 δωσει τω παιοντι αυτον σιαγονα χορτασθησεται ονειδισμων

3:31 οτι ουκ εις τον αιωνα απωσεται κυριος

3:32 οτι ο ταπεινωσας οικτιρησει κατα το πληθος του ελεους αυτου

3:33 οτι ουκ απεκριθη απο καρδιας αυτου και εταπεινωσεν υιους ανδρος

3:34 του ταπεινωσαι υπο τους ποδας αυτου παντας δεσμιους γης

3:35 του εκκλιναι κρισιν ανδρος κατεναντι προσωπου υψιστου

3:36 καταδικασαι ανθρωπον εν τω κρινεσθαι αυτον κυριος ουκ ειπεν

3:37 τις ουτως ειπεν και εγενηθη κυριος ουκ ενετειλατο

3:38 εκ στοματος υψιστου ουκ εξελευσεται τα κακα και το αγαθον

3:39 τι γογγυσει ανθρωπος ζων ανηρ περι της αμαρτιας αυτου

3:40 εξηρευνηθη η οδος ημων και ητασθη και επιστρεψωμεν εως κυριου

3:41 αναλαβωμεν καρδιας ημων επι χειρων προς υψηλον εν ουρανω

3:42 ημαρτησαμεν ησεβησαμεν και ουχ ιλασθης

3:43 επεσκεπασας εν θυμω και απεδιωξας ημας απεκτεινας ουκ εφεισω

3:44 επεσκεπασας νεφελην σεαυτω εινεκεν προσευχης

3:45 καμμυσαι με και απωσθηναι εθηκας ημας εν μεσω των λαων

3:46 διηνοιξαν εφ' ημας το στομα αυτων παντες οι εχθροι ημων

3:47 φοβος και θυμος εγενηθη ημιν επαρσις και συντριβη

3:48 αφεσεις υδατων καταξει ο οφθαλμος μου επι το συντριμμα της θυγατρος του λαου μου

3:49 ο οφθαλμος μου κατεποθη και ου σιγησομαι του μη ειναι εκνηψιν

3:50 εως ου διακυψη και ιδη κυριος εξ ουρανου

3:51 ο οφθαλμος μου επιφυλλιει επι την ψυχην μου παρα πασας θυγατερας πολεως

3:52 θηρευοντες εθηρευσαν με ως στρουθιον οι εχθροι μου δωρεαν

3:53 εθανατωσαν εν λακκω ζωην μου και επεθηκαν λιθον επ' εμοι

3:54 υπερεχυθη υδωρ επι κεφαλην μου ειπα απωσμαι

3:55 επεκαλεσαμην το ονομα σου κυριε εκ λακκου κατωτατου

3:56 φωνην μου ηκουσας μη κρυψης τα ωτα σου εις την δεησιν μου

3:57 εις την βοηθειαν μου ηγγισας εν η σε ημερα επεκαλεσαμην ειπας μοι μη φοβου

3:58 εδικασας κυριε τας δικας της ψυχης μου ελυτρωσω την ζωην μου

3:59 ειδες κυριε τας ταραχας μου εκρινας την κρισιν μου

3:60 ειδες πασαν την εκδικησιν αυτων εις παντας διαλογισμους αυτων εν εμοι

3:61 ηκουσας τον ονειδισμον αυτων παντας τους διαλογισμους αυτων κατ' εμου

3:62 χειλη επανιστανομενων μοι και μελετας αυτων κατ' εμου ολην την ημεραν

3:63 καθεδραν αυτων και αναστασιν αυτων επιβλεψον επι τους οφθαλμους αυτων

3:64 αποδωσεις αυτοις ανταποδομα κυριε κατα τα εργα των χειρων αυτων

3:65 αποδωσεις αυτοις υπερασπισμον καρδιας μοχθον σου αυτοις

3:66 καταδιωξεις εν οργη και εξαναλωσεις αυτους υποκατω του ουρανου κυριε

 

Created with FREE HTMLCompiler by BibleDatabase