HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Lamentations 4

[1] [2] [3] [4] [5]

4:1 πως αμαυρωθησεται χρυσιον αλλοιωθησεται το αργυριον το αγαθον εξεχυθησαν λιθοι αγιοι επ' αρχης πασων εξοδων

4:2 υιοι σιων οι τιμιοι οι επηρμενοι εν χρυσιω πως ελογισθησαν εις αγγεια οστρακινα εργα χειρων κεραμεως

4:3 και γε δρακοντες εξεδυσαν μαστους εθηλασαν σκυμνοι αυτων θυγατερες λαου μου εις ανιατον ως στρουθιον εν ερημω

4:4 εκολληθη η γλωσσα θηλαζοντος προς τον φαρυγγα αυτου εν διψει νηπια ητησαν αρτον ο διακλων ουκ εστιν αυτοις

4:5 οι εσθοντες τας τρυφας ηφανισθησαν εν ταις εξοδοις οι τιθηνουμενοι επι κοκκων περιεβαλοντο κοπριας

4:6 και εμεγαλυνθη ανομια θυγατρος λαου μου υπερ ανομιας σοδομων της κατεστραμμενης ωσπερ σπουδη και ουκ επονεσαν εν αυτη χειρας

4:7 εκαθαριωθησαν ναζιραιοι αυτης υπερ χιονα ελαμψαν υπερ γαλα επυρρωθησαν υπερ λιθους σαπφειρου το αποσπασμα αυτων

4:8 εσκοτασεν υπερ ασβολην το ειδος αυτων ουκ επεγνωσθησαν εν ταις εξοδοις επαγη δερμα αυτων επι τα οστεα αυτων εξηρανθησαν εγενηθησαν ωσπερ ξυλον

4:9 καλοι ησαν οι τραυματιαι ρομφαιας η οι τραυματιαι λιμου επορευθησαν εκκεκεντημενοι απο γενηματων αγρων

4:10 χειρες γυναικων οικτιρμονων ηψησαν τα παιδια αυτων εγενηθησαν εις βρωσιν αυταις εν τω συντριμματι της θυγατρος λαου μου

4:11 συνετελεσεν κυριος θυμον αυτου εξεχεεν θυμον οργης αυτου και ανηψεν πυρ εν σιων και κατεφαγεν τα θεμελια αυτης

4:12 ουκ επιστευσαν βασιλεις γης παντες οι κατοικουντες την οικουμενην οτι εισελευσεται εχθρος και εκθλιβων δια των πυλων ιερουσαλημ

4:13 εξ αμαρτιων προφητων αυτης αδικιων ιερεων αυτης των εκχεοντων αιμα δικαιον εν μεσω αυτης

4:14 εσαλευθησαν εγρηγοροι αυτης εν ταις εξοδοις εμολυνθησαν εν αιματι εν τω μη δυνασθαι αυτους ηψαντο ενδυματων αυτων

4:15 αποστητε ακαθαρτων καλεσατε αυτους αποστητε αποστητε μη απτεσθε οτι ανηφθησαν και γε εσαλευθησαν ειπατε εν τοις εθνεσιν ου μη προσθωσιν του παροικειν

4:16 προσωπον κυριου μερις αυτων ου προσθησει επιβλεψαι αυτοις προσωπον ιερεων ουκ ελαβον πρεσβυτας ουκ ηλεησαν

4:17 ετι οντων ημων εξελιπον οι οφθαλμοι ημων εις την βοηθειαν ημων ματαια αποσκοπευοντων ημων απεσκοπευσαμεν εις εθνος ου σωζον

4:18 εθηρευσαμεν μικρους ημων του μη πορευεσθαι εν ταις πλατειαις ημων ηγγικεν ο καιρος ημων επληρωθησαν αι ημεραι ημων παρεστιν ο καιρος ημων

4:19 κουφοι εγενοντο οι διωκοντες ημας υπερ αετους ουρανου επι των ορεων εξηφθησαν εν ερημω ενηδρευσαν ημας

4:20 πνευμα προσωπου ημων χριστος κυριου συνελημφθη εν ταις διαφθοραις αυτων ου ειπαμεν εν τη σκια αυτου ζησομεθα εν τοις εθνεσιν

4:21 χαιρε και ευφραινου θυγατερ ιδουμαιας η κατοικουσα επι γης και γε επι σε διελευσεται το ποτηριον κυριου και μεθυσθηση και αποχεεις

4:22 εξελιπεν η ανομια σου θυγατερ σιων ου προσθησει ετι αποικισαι σε επεσκεψατο ανομιας σου θυγατερ εδωμ απεκαλυψεν επι τα ασεβηματα σου

 

Created with FREE HTMLCompiler by BibleDatabase