HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Lamentations 5

[1] [2] [3] [4] [5]

5:1 μνησθητι κυριε ο τι εγενηθη ημιν επιβλεψον και ιδε τον ονειδισμον ημων

5:2 κληρονομια ημων μετεστραφη αλλοτριοις οι οικοι ημων ξενοις

5:3 ορφανοι εγενηθημεν ουχ υπαρχει πατηρ μητερες ημων ως αι χηραι

5:4 εξ ημερων ημων ξυλα ημων εν αλλαγματι ηλθεν

5:5 επι τον τραχηλον ημων εδιωχθημεν εκοπιασαμεν ουκ ανεπαυθημεν

5:6 αιγυπτος εδωκεν χειρα ασσουρ εις πλησμονην αυτων

5:7 οι πατερες ημων ημαρτον ουχ υπαρχουσιν ημεις τα ανομηματα αυτων υπεσχομεν

5:8 δουλοι εκυριευσαν ημων λυτρουμενος ουκ εστιν εκ της χειρος αυτων

5:9 εν ταις ψυχαις ημων εισοισομεν αρτον ημων απο προσωπου ρομφαιας της ερημου

5:10 το δερμα ημων ως κλιβανος επελειωθη συνεσπασθησαν απο προσωπου καταιγιδων λιμου

5:11 γυναικας εν σιων εταπεινωσαν παρθενους εν πολεσιν ιουδα

5:12 αρχοντες εν χερσιν αυτων εκρεμασθησαν πρεσβυτεροι ουκ εδοξασθησαν

5:13 εκλεκτοι κλαυθμον ανελαβον και νεανισκοι εν ξυλω ησθενησαν

5:14 και πρεσβυται απο πυλης κατεπαυσαν εκλεκτοι εκ ψαλμων αυτων κατεπαυσαν

5:15 κατελυσεν χαρα καρδιας ημων εστραφη εις πενθος ο χορος ημων

5:16 επεσεν ο στεφανος της κεφαλης ημων ουαι δη ημιν οτι ημαρτομεν

5:17 περι τουτου εγενηθη οδυνηρα η καρδια ημων περι τουτου εσκοτασαν οι οφθαλμοι ημων

5:18 επ' ορος σιων οτι ηφανισθη αλωπεκες διηλθον εν αυτη

5:19 συ δε κυριε εις τον αιωνα κατοικησεις ο θρονος σου εις γενεαν και γενεαν

5:20 ινα τι εις νεικος επιληση ημων καταλειψεις ημας εις μακροτητα ημερων

5:21 επιστρεψον ημας κυριε προς σε και επιστραφησομεθα και ανακαινισον ημερας ημων καθως εμπροσθεν

5:22 οτι απωθουμενος απωσω ημας ωργισθης εφ' ημας εως σφοδρα .

 

Created with FREE HTMLCompiler by BibleDatabase