HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

6:1 και εγενετο λογος κυριου προς με λεγων

6:2 υιε ανθρωπου στηρισον το προσωπον σου επι τα ορη ισραηλ και προφητευσον επ' αυτα

6:3 και ερεις τα ορη ισραηλ ακουσατε λογον κυριου ταδε λεγει κυριος τοις ορεσιν και τοις βουνοις και ταις φαραγξιν και ταις ναπαις ιδου εγω επαγω εφ' υμας ρομφαιαν και εξολεθρευθησεται τα υψηλα υμων

6:4 και συντριβησονται τα θυσιαστηρια υμων και τα τεμενη υμων και καταβαλω τραυματιας υμων ενωπιον των ειδωλων υμων

6:5 και διασκορπιω τα οστα υμων κυκλω των θυσιαστηριων υμων

6:6 εν παση τη κατοικια υμων αι πολεις εξερημωθησονται και τα υψηλα αφανισθησεται οπως εξολεθρευθη τα θυσιαστηρια υμων και συντριβησονται τα ειδωλα υμων και εξαρθησεται τα τεμενη υμων

6:7 και πεσουνται τραυματιαι εν μεσω υμων και επιγνωσεσθε οτι εγω κυριος

6:8 εν τω γενεσθαι εξ υμων ανασωζομενους εκ ρομφαιας εν τοις εθνεσιν και εν τω διασκορπισμω υμων εν ταις χωραις

6:9 και μνησθησονται μου οι ανασωζομενοι εξ υμων εν τοις εθνεσιν ου ηχμαλωτευθησαν εκει ομωμοκα τη καρδια αυτων τη εκπορνευουση απ' εμου και τοις οφθαλμοις αυτων τοις πορνευουσιν οπισω των επιτηδευματων αυτων και κοψονται προσωπα αυτων εν πασι τοις βδελυγμασιν αυτων

6:10 και επιγνωσονται διοτι εγω κυριος λελαληκα

6:11 ταδε λεγει κυριος κροτησον τη χειρι και ψοφησον τω ποδι και ειπον ευγε ευγε επι πασιν τοις βδελυγμασιν οικου ισραηλ εν ρομφαια και εν θανατω και εν λιμω πεσουνται

6:12 ο εγγυς εν ρομφαια πεσειται ο δε μακραν εν θανατω τελευτησει και ο περιεχομενος εν λιμω συντελεσθησεται και συντελεσω την οργην μου επ' αυτους

6:13 και γνωσεσθε διοτι εγω κυριος εν τω ειναι τους τραυματιας υμων εν μεσω των ειδωλων υμων κυκλω των θυσιαστηριων υμων επι παντα βουνον υψηλον και υποκατω δενδρου συσκιου ου εδωκαν εκει οσμην ευωδιας πασι τοις ειδωλοις αυτων

6:14 και εκτενω την χειρα μου επ' αυτους και θησομαι την γην εις αφανισμον και εις ολεθρον απο της ερημου δεβλαθα εκ πασης της κατοικιας και επιγνωσεσθε οτι εγω κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase