HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

8:1 και εγενετο εν τω εκτω ετει εν τω πεμπτω μηνι πεμπτη του μηνος εγω εκαθημην εν τω οικω και οι πρεσβυτεροι ιουδα εκαθηντο ενωπιον μου και εγενετο επ' εμε χειρ κυριου

8:2 και ειδον και ιδου ομοιωμα ανδρος απο της οσφυος αυτου και εως κατω πυρ και απο της οσφυος αυτου υπερανω ως ορασις ηλεκτρου

8:3 και εξετεινεν ομοιωμα χειρος και ανελαβεν με της κορυφης μου και ανελαβεν με πνευμα ανα μεσον της γης και ανα μεσον του ουρανου και ηγαγεν με εις ιερουσαλημ εν ορασει θεου επι τα προθυρα της πυλης της εσωτερας της βλεπουσης προς βορραν ου ην η στηλη του κτωμενου

8:4 και ιδου εκει ην δοξα κυριου θεου ισραηλ κατα την ορασιν ην ειδον εν τω πεδιω

8:5 και ειπεν προς με υιε ανθρωπου αναβλεψον τοις οφθαλμοις σου προς βορραν και ανεβλεψα τοις οφθαλμοις μου προς βορραν και ιδου απο βορρα επι την πυλην την προς ανατολας

8:6 και ειπεν προς με υιε ανθρωπου εωρακας τι ουτοι ποιουσιν ανομιας μεγαλας ποιουσιν ωδε του απεχεσθαι απο των αγιων μου και ετι οψει ανομιας μειζονας

8:7 και εισηγαγεν με επι τα προθυρα της αυλης

8:8 και ειπεν προς με υιε ανθρωπου ορυξον και ωρυξα και ιδου θυρα μια

8:9 και ειπεν προς με εισελθε και ιδε τας ανομιας ας ουτοι ποιουσιν ωδε

8:10 και εισηλθον και ειδον και ιδου ματαια βδελυγματα και παντα τα ειδωλα οικου ισραηλ διαγεγραμμενα επ' αυτου κυκλω

8:11 και εβδομηκοντα ανδρες εκ των πρεσβυτερων οικου ισραηλ και ιεζονιας ο του σαφαν εν μεσω αυτων ειστηκει προ προσωπου αυτων και εκαστος θυμιατηριον αυτου ειχεν εν τη χειρι και η ατμις του θυμιαματος ανεβαινεν

8:12 και ειπεν προς με υιε ανθρωπου εωρακας α οι πρεσβυτεροι του οικου ισραηλ ποιουσιν εκαστος αυτων εν τω κοιτωνι τω κρυπτω αυτων διοτι ειπαν ουχ ορα ο κυριος εγκαταλελοιπεν κυριος την γην

8:13 και ειπεν προς με ετι οψει ανομιας μειζονας ας ουτοι ποιουσιν

8:14 και εισηγαγεν με επι τα προθυρα της πυλης οικου κυριου της βλεπουσης προς βορραν και ιδου εκει γυναικες καθημεναι θρηνουσαι τον θαμμουζ

8:15 και ειπεν προς με υιε ανθρωπου εωρακας και ετι οψει επιτηδευματα μειζονα τουτων

8:16 και εισηγαγεν με εις την αυλην οικου κυριου την εσωτεραν και ιδου επι των προθυρων του ναου κυριου ανα μεσον των αιλαμ και ανα μεσον του θυσιαστηριου ως εικοσι ανδρες τα οπισθια αυτων προς τον ναον του κυριου και τα προσωπα αυτων απεναντι και ουτοι προσκυνουσιν τω ηλιω

8:17 και ειπεν προς με εωρακας υιε ανθρωπου μη μικρα τω οικω ιουδα του ποιειν τας ανομιας ας πεποιηκασιν ωδε διοτι επλησαν την γην ανομιας και ιδου αυτοι ως μυκτηριζοντες

8:18 και εγω ποιησω αυτοις μετα θυμου ου φεισεται ο οφθαλμος μου ουδε μη ελεησω

 

Created with FREE HTMLCompiler by BibleDatabase