HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

11:1 και ανελαβεν με πνευμα και ηγαγεν με επι την πυλην του οικου κυριου την κατεναντι την βλεπουσαν κατα ανατολας και ιδου επι των προθυρων της πυλης ως εικοσι και πεντε ανδρες και ειδον εν μεσω αυτων τον ιεζονιαν τον του εζερ και φαλτιαν τον του βαναιου τους αφηγουμενους του λαου

11:2 και ειπεν κυριος προς με υιε ανθρωπου ουτοι οι ανδρες οι λογιζομενοι ματαια και βουλευομενοι βουλην πονηραν εν τη πολει ταυτη

11:3 οι λεγοντες ουχι προσφατως ωκοδομηνται αι οικιαι αυτη εστιν ο λεβης ημεις δε τα κρεα

11:4 δια τουτο προφητευσον επ' αυτους προφητευσον υιε ανθρωπου

11:5 και επεσεν επ' εμε πνευμα κυριου και ειπεν προς με λεγε ταδε λεγει κυριος ουτως ειπατε οικος ισραηλ και τα διαβουλια του πνευματος υμων εγω επισταμαι

11:6 επληθυνατε νεκρους υμων εν τη πολει ταυτη και ενεπλησατε τας οδους αυτης τραυματιων

11:7 δια τουτο ταδε λεγει κυριος τους νεκρους υμων ους επαταξατε εν μεσω αυτης ουτοι εισιν τα κρεα αυτη δε ο λεβης εστιν και υμας εξαξω εκ μεσου αυτης

11:8 ρομφαιαν φοβεισθε και ρομφαιαν επαξω εφ' υμας λεγει κυριος

11:9 και εξαξω υμας εκ μεσου αυτης και παραδωσω υμας εις χειρας αλλοτριων και ποιησω εν υμιν κριματα

11:10 εν ρομφαια πεσεισθε επι των οριων του ισραηλ κρινω υμας και επιγνωσεσθε οτι εγω κυριος

11:11 αυτη υμιν ουκ εσται εις λεβητα και υμεις ου μη γενησθε εν μεσω αυτης εις κρεα επι των οριων του ισραηλ κρινω υμας

11:12 και επιγνωσεσθε διοτι εγω κυριος

11:13 και εγενετο εν τω προφητευειν με και φαλτιας ο του βαναιου απεθανεν και πιπτω επι προσωπον μου και ανεβοησα φωνη μεγαλη και ειπα οιμμοι οιμμοι κυριε εις συντελειαν συ ποιεις τους καταλοιπους του ισραηλ

11:14 και εγενετο λογος κυριου προς με λεγων

11:15 υιε ανθρωπου οι αδελφοι σου και οι ανδρες της αιχμαλωσιας σου και πας ο οικος του ισραηλ συντετελεσται οις ειπαν αυτοις οι κατοικουντες ιερουσαλημ μακραν απεχετε απο του κυριου ημιν δεδοται η γη εις κληρονομιαν

11:16 δια τουτο ειπον ταδε λεγει κυριος οτι απωσομαι αυτους εις τα εθνη και διασκορπιω αυτους εις πασαν την γην και εσομαι αυτοις εις αγιασμα μικρον εν ταις χωραις ου αν εισελθωσιν εκει

11:17 δια τουτο ειπον ταδε λεγει κυριος και εισδεξομαι αυτους εκ των εθνων και συναξω αυτους εκ των χωρων ου διεσπειρα αυτους εν αυταις και δωσω αυτοις την γην του ισραηλ

11:18 και εισελευσονται εκει και εξαρουσιν παντα τα βδελυγματα αυτης και πασας τας ανομιας αυτης εξ αυτης

11:19 και δωσω αυτοις καρδιαν ετεραν και πνευμα καινον δωσω εν αυτοις και εκσπασω την καρδιαν την λιθινην εκ της σαρκος αυτων και δωσω αυτοις καρδιαν σαρκινην

11:20 οπως εν τοις προσταγμασιν μου πορευωνται και τα δικαιωματα μου φυλασσωνται και ποιωσιν αυτα και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον

11:21 και εις την καρδιαν των βδελυγματων αυτων και των ανομιων αυτων ως η καρδια αυτων επορευετο τας οδους αυτων εις κεφαλας αυτων δεδωκα λεγει κυριος

11:22 και εξηραν τα χερουβιν τας πτερυγας αυτων και οι τροχοι εχομενοι αυτων και η δοξα θεου ισραηλ επ' αυτα υπερανω αυτων

11:23 και ανεβη η δοξα κυριου εκ μεσης της πολεως και εστη επι του ορους ο ην απεναντι της πολεως

11:24 και ανελαβεν με πνευμα και ηγαγεν με εις γην χαλδαιων εις την αιχμαλωσιαν εν ορασει εν πνευματι θεου και ανεβην απο της ορασεως ης ειδον

11:25 και ελαλησα προς την αιχμαλωσιαν παντας τους λογους του κυριου ους εδειξεν μοι

 

Created with FREE HTMLCompiler by BibleDatabase