HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ezekiel 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48]

14:1 και ηλθον προς με ανδρες εκ των πρεσβυτερων του ισραηλ και εκαθισαν προ προσωπου μου

14:2 και εγενετο λογος κυριου προς με λεγων

14:3 υιε ανθρωπου οι ανδρες ουτοι εθεντο τα διανοηματα αυτων επι τας καρδιας αυτων και την κολασιν των αδικιων αυτων εθηκαν προ προσωπου αυτων ει αποκρινομενος αποκριθω αυτοις

14:4 δια τουτο λαλησον αυτοις και ερεις προς αυτους ταδε λεγει κυριος ανθρωπος ανθρωπος εκ του οικου ισραηλ ος αν θη τα διανοηματα αυτου επι την καρδιαν αυτου και την κολασιν της αδικιας αυτου ταξη προ προσωπου αυτου και ελθη προς τον προφητην εγω κυριος αποκριθησομαι αυτω εν οις ενεχεται η διανοια αυτου

14:5 οπως πλαγιαση τον οικον του ισραηλ κατα τας καρδιας αυτων τας απηλλοτριωμενας απ' εμου εν τοις ενθυμημασιν αυτων

14:6 δια τουτο ειπον προς τον οικον του ισραηλ ταδε λεγει κυριος κυριος επιστραφητε και αποστρεψατε απο των επιτηδευματων υμων και απο πασων των ασεβειων υμων και επιστρεψατε τα προσωπα υμων

14:7 διοτι ανθρωπος ανθρωπος εκ του οικου ισραηλ και εκ των προσηλυτων των προσηλυτευοντων εν τω ισραηλ ος αν απαλλοτριωθη απ' εμου και θηται τα ενθυμηματα αυτου επι την καρδιαν αυτου και την κολασιν της αδικιας αυτου ταξη προ προσωπου αυτου και ελθη προς τον προφητην του επερωτησαι αυτον εν εμοι εγω κυριος αποκριθησομαι αυτω εν ω ενεχεται εν αυτω

14:8 και στηριω το προσωπον μου επι τον ανθρωπον εκεινον και θησομαι αυτον εις ερημον και εις αφανισμον και εξαρω αυτον εκ μεσου του λαου μου και επιγνωσεσθε οτι εγω κυριος

14:9 και ο προφητης εαν πλανηθη και λαληση εγω κυριος πεπλανηκα τον προφητην εκεινον και εκτενω την χειρα μου επ' αυτον και αφανιω αυτον εκ μεσου του λαου μου ισραηλ

14:10 και λημψονται την αδικιαν αυτων κατα το αδικημα του επερωτωντος και κατα το αδικημα ομοιως τω προφητη εσται

14:11 οπως μη πλαναται ετι ο οικος του ισραηλ απ' εμου και ινα μη μιαινωνται ετι εν πασιν τοις παραπτωμασιν αυτων και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον λεγει κυριος

14:12 και εγενετο λογος κυριου προς με λεγων

14:13 υιε ανθρωπου γη εαν αμαρτη μοι του παραπεσειν παραπτωμα και εκτενω την χειρα μου επ' αυτην και συντριψω αυτης στηριγμα αρτου και εξαποστελω επ' αυτην λιμον και εξαρω εξ αυτης ανθρωπον και κτηνη

14:14 και εαν ωσιν οι τρεις ανδρες ουτοι εν μεσω αυτης νωε και δανιηλ και ιωβ αυτοι εν τη δικαιοσυνη αυτων σωθησονται λεγει κυριος

14:15 εαν και θηρια πονηρα επαγω επι την γην και τιμωρησομαι αυτην και εσται εις αφανισμον και ουκ εσται ο διοδευων απο προσωπου των θηριων

14:16 και οι τρεις ανδρες ουτοι εν μεσω αυτης ωσι ζω εγω λεγει κυριος ει υιοι η θυγατερες σωθησονται αλλ' η αυτοι μονοι σωθησονται η δε γη εσται εις ολεθρον

14:17 η και ρομφαιαν εαν επαγω επι την γην εκεινην και ειπω ρομφαια διελθατω δια της γης και εξαρω εξ αυτης ανθρωπον και κτηνος

14:18 και οι τρεις ανδρες ουτοι εν μεσω αυτης ζω εγω λεγει κυριος ου μη ρυσωνται υιους ουδε θυγατερας αυτοι μονοι σωθησονται

14:19 η και θανατον επαποστειλω επι την γην εκεινην και εκχεω τον θυμον μου επ' αυτην εν αιματι του εξολεθρευσαι εξ αυτης ανθρωπον και κτηνος

14:20 και νωε και δανιηλ και ιωβ εν μεσω αυτης ζω εγω λεγει κυριος εαν υιοι η θυγατερες υπολειφθωσιν αυτοι εν τη δικαιοσυνη αυτων ρυσονται τας ψυχας αυτων

14:21 ταδε λεγει κυριος εαν δε και τας τεσσαρας εκδικησεις μου τας πονηρας ρομφαιαν και λιμον και θηρια πονηρα και θανατον εξαποστειλω επι ιερουσαλημ του εξολεθρευσαι εξ αυτης ανθρωπον και κτηνος

14:22 και ιδου υπολελειμμενοι εν αυτη οι ανασεσωσμενοι αυτης οι εξαγουσιν εξ αυτης υιους και θυγατερας ιδου αυτοι εκπορευονται προς υμας και οψεσθε τας οδους αυτων και τα ενθυμηματα αυτων και μεταμεληθησεσθε επι τα κακα α επηγαγον επι ιερουσαλημ παντα τα κακα α επηγαγον επ' αυτην

14:23 και παρακαλεσουσιν υμας διοτι οψεσθε τας οδους αυτων και τα ενθυμηματα αυτων και επιγνωσεσθε διοτι ου ματην πεποιηκα παντα οσα εποιησα εν αυτη λεγει κυριος

 

Created with FREE HTMLCompiler by BibleDatabase